διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα. Περὶ πολιορκίας Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτʼ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ,