<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:3" n="3"><p> οὐ μὴν ἀλλὰ μήθʼ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ̓ οὕτως αὐθάδης, ὡς μή τι καὶ παρʼ ἄλλῳ τοῦ παρʼ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ’ ὀλίγ̓ ἄλλων ἀκούοντα, πάντα δʼ αὑτοῦ, πολλὰ καὶ δεινὰ διαμαρτάνειν.  </p></div></div><pb n="p.390"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="4"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:4" n="1"><head><del>Περὶ τοῦ ὅτι δεῖ τὴν ἀρχὴν τοῦ πολέμου ἐξ εὐλόγου αἰτίας ἐπάγειν</del></head><p> Τὰς δʼ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς· </p></div></div></div></body></text></TEI>