Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα· οὐδʼ ἕτερον γὰρ οὔθʼ αἱρετὸν οὔτʼ ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλʼ ἐλεγκτέον διὰ τὸν τρόπον. οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δʼ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται —, εἴ γε μὴ χρηματιστὴς εἴη· τὸν δὲ χρηματιστήν, οὐδʼ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην, μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.