ια τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα. πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι.