ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν, ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι. ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ. αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον, κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ. ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο, εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης. ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ. οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν. ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν. αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας, ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο· ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται