ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων, ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης. Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς. σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ. ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων— χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα. Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν· ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη. Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης. τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος, μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ. δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης