χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις. νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ ἔζεον om. F; ἔζεον Rhodoman. ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς. Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις, αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι, μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ. πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί. παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα, κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ. σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν. ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ, ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων