ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην. ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ· οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν, ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο· τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα. οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν. οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ. ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ. οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου, τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι, αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι, ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας· ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας