εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς, φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς. καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες. καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν, εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ· δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη; οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις; χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν. ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός. καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ. καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν. ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη, οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν. ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον Ζεὺς ταμίης πολέμοιο, μόγις μόλις F δʼ ἐλέλιξεν Ἀχαιούς· χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων. αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον