θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις. οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ, οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων; ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν. οὐδʼ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδʼ ἔτι τόξα ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί, ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη, οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη· ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη. παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις. ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται. οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται, οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς. ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ. οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν· ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας. εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις, ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου. ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει