καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο, δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ. ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ, αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος. καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ· μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι. δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν. τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει; τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει. ἀλλʼ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες— καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης. ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω. καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς. ἡ μὲν ἔφη· τῇ δʼ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων ἀμφότερον μάντιν τʼ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν. τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι· τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,