κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος· ἡ δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν· τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην. πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς. οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου, ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ, ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ· ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον; δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων, λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος. τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί. οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες, αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε· γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.