Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς. αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν, ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς. εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις, ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν. καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη, εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις, οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ. οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο. καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης· μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής. ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη. ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει. καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος