ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον· ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή. ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων, ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν. σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ. οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον. ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος. γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν· τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή. πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει· ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη, ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ, καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ. οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη. εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς