οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης, ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή. οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου, θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί. τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή· οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες, ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν, ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν· οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι, ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι. φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ· αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων. αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων, λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον· ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις, Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις, Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν— οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί· ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,