δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι. ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης. μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως, κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων. ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων, λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς, δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ· ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα. ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ· Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή, μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη. ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ. αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.