χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης. ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν, πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας, ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι. ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις, εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν. εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας, ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην. τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες. οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες· Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον, εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ. καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ. ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς, μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος