τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης, αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ. ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί, σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων, ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων, λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί. ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους, οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας. κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον, Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ, Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ. Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος, ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων. κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ, δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ. καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ