(97) Καὶ περὶ μὲν γενέσεως ἐν ἐπιδρομῆς μέρει οὕτως. περὶ δὲ τῆς ἱστορίας καθολικώτερον ἐπιτρέχοντες οὕτως ἂν λέγοιμεν. (98) Μόνη τῶν διπόδων γυνὴ ζῳοτοκεῖ τὰ δὲ ἄλλα δίποδα ᾠοτοκεῖ. μόνη ἡ γυνὴ τῶν ζῳοτόκων ὑπηνέμια τίκτει τὸν λεγόμενον Ὄσιριν ἐν f.15v Αἰγύπτῳ. μαρτυρεῖ δὲ Θεόφραστος λέγοντι Ἀριστοτέλει ἂνευ ὀχείας γίνεσθαι  τὸν λεγόμενον Ὄσιριν ἐν τῷ πέμπτῳ τῶν Περὶ ζῴων.