(91) γίνεται δὲ. ὡς ἐπὶ πολὺ ταῦτα |τοῖς πολυτόκοις τῶν ζῴων, διὸ μάλιστα ἐν ταῖς ἀλεκτορίσιν, ἧττον δὲ μονοτόκον γὰρ ὡς τὸ πολὺ ἡ γυνή· ⟨ἐπεὶ⟩ εἴ που πολυτόκοι αἱ γυναῖκες ὡς ἐν Ἀἰγύπτῳ, ἐκείναις τερατώδη ἐπιχωριάζει γίνεσθαι. (92) τέρατα δέ ἐστιν οὐ μόνον τὰ πλεονάζοντα ἢ ἐλλείποντα τοῖς ἐκτὸς μορίοις, ἀλλὰ καὶ τοῖς ἐντός. καὶ γὰρ δύο σπλῆνάς τινα ὦπται ἔχοντα καὶ ἕνα νεφρὸν καὶ δύο ἥπατα, ἀκάρδιον δὲ οὐδὲν ὠπται οὐδὲ δικάρδιον. τῶν δὲ ἐναίμων ἤδη ὦπταί τινα τῶν ἐντὸς καὶ διηλλαγμένα σπλάγχνα ἔχοντα, οἶον σπλῆνα μὲν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἧπαρ ἐν τοῖς εὐωνύμοις.