(87) εἰσὶ δὲ τῇ φύσει ἄνδρες θηλυγόνοι, οἷον καὶ περὶ τοῦ Ἡρακλέους μυθολογεῖται· οὗτος γὰρ ἐν ἑβδομήκοντα καὶ δύο τέκνοις μίαν θυγατέρα ἐποίησε. (88) δίδυμά τε καὶ τρίδυμα 3 ἀμέλει] Arist. gener. anim. ∠ 2 p, 766b31 καὶ τὰ μὲν ὑγρότερα τῶν σωμάτων καὶ γυναικικώτερα θηλυγόνα μᾶλλον, καὶ τὰ σπέρματα τὰ ὑγρὰ τῶν συνεστηκότων· πάντα γὰρ ταῦτα γίνεται δι’ ἔνδειαν θερμότητος φυσικῆς 5 καὶ αὐτὰ] Arist. gener. anim. ∠ 6 p. 775a14 ἀσθενέστερα γάρ ἐστι καὶ ψυχρότερα τὰ θήλεα τὴν φύσιν 6 μαρτυρεῖ] Arist. gener. anim. ∠ 2 p. 766b35 τὸ δὲ πλεῖον περίττωμα δυσπεπτότερον· διὸ τοῖς μὲν ἄρρεσιν ὑγρότερον τὸ σπέρμα, ταῖς δὲ γυναιξὶν ἡ τῶν καταμηνίων ἔκκρισις. cf. Arist. gener. anim. ∠ 1 p. 765b21 sqq. 9 καὶ τὰ λίαν] Arist. gener. anim. ∠ 2 p. 767a28 διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας. ποιὰ γάρ τις ἡ τροφὴ γίνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις, διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς. διὸ καὶ τὰ ἀτέραμνα ὕδατα καὶ ψυχρὰ τὰ μὲν ἀτεκνίαν ποιεῖ, τὰ δὲ θηλυτοκίαν 10 ἔστιν] Arist. gener. anim. ∠ 2 p. 767a17 τὸ δὲ θερμὸν λίαν μὲν κρατοῦν ξηραίνει τὰ ὑγρά, πολὺ δὲ ἐλλεῖπον οὐ συνίστησιν, ἀλλὰ δεῖ πρὸς τὸ δημιουργούμενον ἔχειν τὸν τοῦ μέσου λόγον. εἰ δὲ μή, καθάπερ ἐν τοῖς ἑψομένοις προσκάει μὲν τὸ πλεῖον πῦρ, οὐχ ἕψει δὲ τὸ ἔλαττον, ἀμφοτέρως δὲ συμβαίνει μὴ τελειοῦσθαι τὸ γινόμενον, οὕτω καὶ ἐν τῇ τοῦ ἄρρενος μίξει καὶ τοῦ θήλεος δεῖ τῆς συμμετρίας 15 εἰσὶ δὲ] Arist. hist. anim. H 6 p. 585b21 εἰσὶ δὲ καὶ ἄνδρες θηλυγόνοι καὶ γυναῖκες ἀρρενογόνοι (ἄνδρες καὶ γυναῖκες θηλυγόνοι καὶ ἀρρενογόνοι Schneider: καὶ ἄνδρες θηλυγόνοι καὶ γυναῖκες, οἱ δ᾿  ἀρρενογόνοι Aubert-Wimmer), οἷον καὶ κατὰ τοῦ Ηρακλέους μυθολογεῖται, ὃς ἐν δύο καὶ ἑβδομήκοντα τέκνοις θυγατέρα μίαν ἐγέννησεν 17 δίδυμα] cf. Plut. de plac. V 10 (Doxogr. p. 421, 25) Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος . . . Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις . . . ὅταν γὰρ ἡ μήτρα εἴη κακαθαρμένη, τότε ἐπισύλληψιν δέχεθαι. οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους· ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις ⟨καὶ τὰ δίδυμα⟩ ]καὶ τρίδυμα 7 αὐταῖς Rose: αὐτοῖς P 9 ὑδάτων scripsi: σωμάτων P: πωμάτων coni. Diels 11 ψυχροῦ Rose: ψυχρὸν P 13 συμμετρίας τινὸς Sauppe: συμμετρίαν τινὰ P: συμμετρίαν τινὰ εἶναι Rose 15 post ἄνδρες addam καὶ γυναῖκες post θηλύγονοι add. οἱ δ᾿ ἀρρενογόνοι Rose cf. Arist. supra cit. 17 δίδυμά Rose: διάδυμά P γίνεται ἃ μὲν κατ’ ἐπισύλληψιν, ἔστι δ’ ὅτε, φησί, καὶ κατὰ. ὅταν μὲν ἃμα ἐκτεχθῇ ἄρρεν καὶ θῆλυ, ἀνάγκη ταῦτα κατ’ ἐπισύλληψιν f.14v γεγονέναι, ἃτε τοῦ ἂρρενος μὲν ἐκ πεπεμμένου γεγονότος, τοῦ δὲ θήλεος ἐξ ἀπέπτου, ὥστε ὑπὸ δύο ταῦτα καταβολὰς γεγενῆσθαι. τὰ δὲ ὑπὸ μίαν καταβολὴν τοιαῦτα γινόμενα τὸ μὲν ἐκ κατεψυγμένου γίνεται σπέρματος ὑπομεμενηκότος περὶ τὸν περίνεον, τὸ δὲ ἀπὸ κατενηνεγμένου καὶ οὕτως ὁμοῦ ἀμφοτέρων ἐμπεπτωκότων. ὅταν δὲ ὑπὸ μίαν καταβολὴν δύο ἄρρενα ἢ δύο θήλεα γένηται, ταῦτα σχισθέντος ἐν τῇ μήτρᾳ τοῦ σπέρματος γίνεται, τοῦ μὲν πεπεμμένου εἰς δύο ἄρρενα, τοῦ δὲ ἀπέπτου εἰς δύο θήλεα. ὅτι δὲ κατ’ ἐπισύλληψιν ἀρέσκει αὐτῷ γίνεσθαι ⟨δῆλον⟩· αὐτὸς γὰρ οὕτω φησί· συνέβη γάρ τινα δούλην περὶ Τρίκκην ἐκ τοῦ δεσπότου καὶ τοῦ ἐπιτρόπου τῇ αὐτῇ ἡμέρᾳ πλησιάσασαν τεκνῶσαι δύο, ὧν τὸ μὲν ἦν τῷ ἐπιτρόπῳ ὅμοιον, τὸ δὲ τῷ δεσπότῃ’’. καὶ μὴν ὅτι κατὰ σχίσιν τοῦ σπέρματός τινα γίνεται, οὕτως φησί· τὰ δὲ διδυμοτοκοῦντα ἀπὸ μιᾶς καταβολῆς δοκεῖ ἀρρενοτοκεῖν ἢ θηλυτοκεῖν, ὅτι τὸ σπέρμα τοῦ ἂρρενος ἰσχυρόν ἐστιν, ὥστε μεριζομένου εἰς δύο ἢ εἰς πλείονα τρόφιμα γίνεσθαι’’·