(83) ἐκτίκτεται δὲ τὰ βρέφη ἀπολυομένων, διὰ τὸ βάρος τῶν προσπεφυκότων ⟨ὑμένων, τῶν) φλεβῶν ἐκ τῆς μήτρας εἰς τὸ ἀγγεῖον καὶ ἔτι διὰ τὸ μὴ δύνασθαι τὴν ἔχουσαν τρέφειν αὐτὸ διὰ τὸ παρηυξῆσθαι, ὅθεν σπανίζον τροφῆς ἀπαίρει καὶ τὴν κεφαλὴν κάτω ἴσχει. τοῦτο δὲ γίνεται αὐτοῖς εἰκότως· καθάπερ γὰρ ἐκ τοῦ ζυγοῦ τοῦ ὀμφαλοῦ ἠρτημένα f. 14r ὀφείλει ῥέπειν κατὰ τὴν | κίνησιν ἐπὶ τὰ βαρύτερα καὶ ὀγκωδέστερα τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ στήθη μέρη· ὅθεν καὶ ὁ πόρος ἐστὶ τοῖς κατὰ φύσιν τικτομένοις ἐπὶ ταῦτα. (84) Ἄρσενα δέ φησιν ἢ θήλεα γίνεσθαι παρὰ τὸ πεπέφθαι ὑπὸ θερμοῦ ἢ ἄπεπτον εἶναι τὸ τοῦ ἀνδρὸς σπέρμα. ἀκολουθεῖ γὰρ τῷ μὲν πεπεμμένῳ περιττώματι θερμὸν εἶναι, τῷ δὲ ἀπέπτῳ ψυχρὸν ὑπάρχειν. διὸ δὴ τὰ μὲν ἄρρενα ὑπὸ τοῦ θερμοῦ καὶ πεπεμμένου σπέρματος, τὰ δὲ θήλεα ὑπὸ τοῦ ἀπέπτου καὶ ψυχροῦ. ὅτι δὲ ταῦθ᾿ οὕτως ἔχε, σημεῖα τὰ 2 ἐσχημάτισται] Arist. hist. anim. H 8 p. 536a34 σχῆμα δ᾿ ἔχει ἐν τῇ ὑστέρᾳ τὰ μὲν τετράποδα πάντα ἐκτεταμένα, καὶ τὰ ἄποδα πλάγια, οἷον ἰχθύς, τὰ δὲ δίποδα συγκεκαμμένα, οἷον ὄρνις καὶ ἄνθρωπος συγκεκαμμένος· ῥῖνα μὲν μεταξὺ τῶν γονάτων, ὀφθαλμοὺς δ᾿ ἐπὶ τοῖς γόνασιν, ὦτα δ᾿ ἐκτός 6 ἐκτίκτεται] Arist. gener. anim. ∠ 8 p. 777a22 ὅταν γὰρ διὰ τὸ μέγεθος μηκέτι ἱκανὴ τῷ κυουμένῳ ἡ διὰ τοῦ ὀμφαλοῦ τροφή, ἀλλὰ τὸ γάλα γίνεται χρήσιμον πρὸς τὴν γινομένην τροφὴν καὶ οὐκ εἰσιούσης διὰ τοῦ ὀμφαλοῦ τροφῆς, συμπίπτουσιν αἱ φλέβες περὶ ἂς ὁ καλούμενος ὀμφαλός ἐστι χιτών, καὶ διὰ ταῦτα καὶ τότε συμβαίνει θύραζε ἡ ἔξοδος. cf. hist. anim. H 8 p. 586b23 αὐξανομένων (τῶν ὑμένων) δ’ ἀεὶ μᾶλλον συμπίπτουσιν αὖται αἱ φλέβες 9 καὶ τὴν κεφαλὴν] Arist. gener. anim. ∠ 9 p. 777a28 ἐπὶ κεφαλὴν δ᾿ ἡ γένεσίς ἐστι τοῖς ζῴοις πᾶσιν ἡ κατὰ φύσιν διὰ τὸ τὰ ἄνω τοῦ ὀμφαλοῦ μείζω ἔχειν ἢ τὰ κάτω. καθάπερ οὖν ἐν ζυγοῖς ἠρτημένα ἐξ αὐτοῦ ῥέπει ἐπὶ τὸ βάρος 14 ἄρσενα] Arist. gener. anim.∠ 1 p. 766a16 τούτων δ’ ὑποκειμένων ἵσως ἂν ἤδη μᾶλλον εἴη φανερόν, δι’ ἤν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ᾿ ἄρρεν. ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι’ ἔνδειαν θερμότητος μηδ᾿ ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὐτοῦ, ἀλλὰ τούτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὺναντίον μεταβάλλειν. ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ, καὶ ταύτῃ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ 15 ἀκολουθεῖ] Arist. gener. anim. ∠ 1 p. 766b12 διαφέρει δὲ τὸ τοῦ ἄρρενος σπέρμα, ὅτι ἔχει ἀρχὴν ἐν ἑαυτῷ τοιαύτην οἵαν κινεῖν καὶ ἐν τῷ ζῴῳ καὶ διαπέττειν τὴν ἐσχάτην τροφήν, τὸ δὲ τοῦ θήλεος ὕλην μόνον. κρατῆσαν μὲν οὖν εἰς αὑτὸ ἄγει, κρατηθὲν δ᾿ εἰς τοὺναντίον μεταβάλλει ἢ εἰς φθοράν. ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ. θῆλυ δὲ τῇ ἀπεψίᾳ καὶ τῇ ψυχρότητι τῆς αἰματικῆς τροφῆς 18 ὅτι] Arist. gener. anim. ∠ p. 766b28 τεκμήρια δὲ τὰ συμβαίνοντα τοῖς εἰρημένοις. τά τε γὰρ νέα θηλυτόκα μᾶλλον τῶν ἀκμαζόντων, καὶ γηράσκοντα μᾶλλον· τοῖς μὲν γὰρ οὕπω τέλειον τὸ θερμόν, τοῖς δ᾿ ἀπολείπει 1 καὶ ὑποπέλιδνος Rose: καὶ ὑπο, πέλιδνος P. scribendum καὶ ὑπὸ πέλυκος, glossema verborum ὑπὸ σιδήρου cf. Arist. ad p. 24, 20 cit. 2 ἀνὰ λόγον Sauppe: ἀνάλογον P 6 ἀπολυομένων scripsi: ἀπολομένων P 7 ὑμένων τῶν addidi ἐκ τῆς Rose: ἐκτὸς P ἔτι scripsi: ἔστι P 9 κάτω scripsi: ἄνω P 10 τοῦ (post ἐκ) delendum puto ἠρτημένα Rose: ἠρτϋμένα P 11 βαρύτερα Sauppe: βραδύτερα P 16 τῷ δὲ Rose: τὸ δὲ P 18 θήλεα Rose: θήλεια P ὅτι Rose: ὅτε P συμβαίνοντα. οἵ τε γὰρ νέοι λίαν καὶ οἱ πρεσβύτεροι θηλυγόνοι ὡς ἐπὶ πολύ· οἱ μὲν γὰρ διὰ τὸ ἐκλείπειν αὐτοῖς τὸ θερμόν, ὃ ἦν τῆς πέψεως αἴτιον, οἱ δὲ διὰ τὸ μηδέπω τέλειον αὐτὸ ἔχειν. ἀμέλει δὲ καὶ τὰ ὑγρὰ τῶν σωμάτων καὶ γυναικωδέστερα θηλυγόνα μᾶλλον· ἧττον γὰρ τὸ σπέρμα αὐτῶν ἐστι θερμόν, καὶ αὐτὰ τὰ θηλυκὰ σώματα ψυχρὰ πέφυκεν εἶναι· ἀναλογεῖν γὰρ ὀφείλει ἀφ’ ὧν καὶ ἐγένετο.