(79) περὶ δὲ τὸν καιρὸν ὅτε ἄρχεται ἐν μαστοῖς γάλα ταῖς κυούσαις γίνεσθαι, τότε ἄρχεσθαί φησι σχίζεσθαι τὸ ἔμβρυον τὸ πρὶν ὑπάρχον κρεῶδες· καὶ τὸ f. 13v μὲν ἄρρεν διαρθροῦται οὐ μετὰ πολὺ τῶν τεσσαράκοντα ἡμερῶν, | τὸ δὲ θῆλυ μετὰ τὰς ἑξήκοντα. ἤδη γάρ φησιν ἐκτρωθὲν μετὰ τεσσαράκοντα καὶ βληθὲν εἰς ὕδωρ ψυχρὸν ἐφάνη ἐν ὑμένι ὑπάρχον, οὖ διακνηθέντος ἐλαφρῶς ἐφάνη τὸ ἔμβρυον ἡλίκον μύρμηξ τῶν μεγάλων, πάντα τὰ μέλη ἔχον δῆλα. (80) Περὶ δὲ χρόνου κυήσεώς φησιν ὁ Ἀριστοτέλης τοῖς μὲν ἄλλοις ζῴοις ἕνα χρόνον εἶναι τῆς κυήσεως, ὡς εἶπον, καὶ βοῖ μὲν ἐννεαμηνιαῖον, ἵππῳ δὲ δεκαμηνιαῖον, τῇ δὲ γυναικὶ πλείονας εἶναι τοὺς χρόνους· καὶ γὰρ ἑπτὰ μῆνάς τινες κύουσαι ἔτεκον γόνιμα, ἕτεραι δὲ ἐννέα, ἄλλαι δὲ δέκα καὶ τοῦ ἑνδεκάτου προσέλαβον.