(73) γίνονται αἱ συλλήψεις ταῖς γυναιξὶν οὐ πάντως τοῦ σπέρματος κατ’ εὐθὺ τῆς μήτρας ⟨φερομένου) ἐντὸς τοῦ στόματος, ἀλλ’ ἔστιν ὅτε καὶ ἐκπεσόντος ἐκτός· στενὸν γὰρ τὸ στόμα ἐνίαις ὑπάρχει. ἤδη μὲν γὰρ ὑπερέχουσαι τῇ θερμασίᾳ αἱ ὑστέραι εἰς ἑαυτὰς ἐντὸς ἐπισπῶνται τὸ πεσὸν ἐκτός, καθάπερ αἱ σικύαι αἷς ⟨οἱ⟩ ἰατροὶ χρῶνται προσβάλλοντες· πάλιν γὰρ αὔται τῇ ποιᾷ θερμότητι τὴν ὁλκὴν τοῦ ὑγροῦ ποιοῦνται. σημεῖον δὲ ἐπὶ τῶν προσαγομένων αὐταῖς πεσσῶν καὶ περιχρίστων· μετ’ οὐ πολὺν γὰρ χρόνον ξηρὰ καὶ τὰ πρόσθετα καὶ τὰ περίχριστα εὑρίσκεται, ὡς αὐτῆς ἀνειληφυίας αὐτά· φύσει γὰρ ὁλκὸν πέφυκεν εἶναι, ἐάνπερ ⟨θερμὸν⟩ κἀκείνῃ ὑπάρῃ. (74) τεκμήριον δὲ παρακολουθεῖ ταῖς γυναιξὶ τοῦ συνειληφέναι, ὅταν τὸ τὰ σώματα γίνεται· ἀπὸ γὰρ τῆς φύσεως καὶ τῶν καλῶς ἐχόντων ἡ ἀπόκρισις γἰνεται τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ᾿  ἐν τοῖς καταμηνίοις 7 μέχρι] Arist.hist.anim.H 1 p. 582a16 μέχρι μὲν οὐν τῶν τρὶς (v. l. δὶς Da) ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἂγονα τὰ σπέρματά ἐστιν· ἔπειτα γόνιμα μὲν μικρὰ δὲ καὶ ἀτελῆ γεννῶσι καὶ οἱ νέοι καὶ αἱ νέαι, ὥσπερ καὶ ἐπὶ τῶν ἂλλων ζῴων τῶν πλείστων 9 τῶν δὲ σπερμάτων] Arist.hist.anim.H 1 p.582a29 ἔστι δὲ τὰ μὲν λεπτὰ τῶν σπερμάτων ἂγονα, τὰ δὲ χαλαζώδη γόνιμα καὶ ἀρρενογένα μᾶλλον· τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα 11. 12 γίνονται] Arist.gener.anim.Β 4 p. 739a35 ἡ δ᾿  ἂφεσις οὐκ ἐντὸς γίγνεται, καθάπερ οἴονταί τινες (στενὸν γὰρ τὸ στόμα τῶν ὑστερῶν), ἀλλ’ εἷς τὸ πρόσθεν, σὖπερ τὸ θῆλυ προἳεται τὴν ἐν ἐνίαις αὐτῶν ἰκμάδα γινομένην, ἐνταῦθα καὶ τὸ ἄρρεν προΐεται, ἐάν τις ἐξικμάσῃ· ὁτὲ μὲν οὖν μένει τοῦτον ἔχοντα τὸν τρόπον, ὁτὲ δέ, ἂν τύχῃ συμμέτρως ἔχουσα καὶ θερμὴ διὰ τὴν κάθαρσιν ἡ ὑστέρα, ἐἴσω σπᾷ· σημεῖον δέ· καὶ γὰρ τὰ πρόσθεν ὑγρὰ προστεθέντα ἀφαιρεῖται ξηρά 21 τεκμήριον] Arist.hist. anim.H3 p. 583a14 γίνεται δὲ σημεῖον τοῦ συνειληφέναι ταῖς γυναιξίν, ὅταν εὐθὺς γένηται μετὰ τὴν ὁμιλίαν ὁ τόπος ξηρός. ἂν μὲν οὖν λεῖα τὰ χείλη ἥ τοῦ στόματος, οὐ θέλει συλλαμβάνειν (ἀπολισθαίνει γάρ), οὐδ᾿  ἂν παχέα· ἂν δ᾿  ἁπτομένῳ τῷ δακτὐλῳ τραχύτερα ᾖ καὶ ἀντέχηται, καὶ ἂν λεπτὰ τὰ χείλη, τότε εὐκαίρως ἔχει πρὸς τὴν σύλληψιν. πρὸς μὲν οὖν τὸ συλλαμβάνειν τοιαύτας δεῖ κατασκευάζειν τὰς ὑστέρας, πρὸς δὲ τὸ μὴ συλλαμβάνειν τοὐναντίον· ἂν γὰρ ᾖ λεῖα τὰ χείλη, οὐ συλλαμβάνει· διὸ ἔνιαι τῆς μήτρας πρὸς ὃ πίπτει τὸ σπέρμα, ἀλείφουσιν ἐλαίῳ κεδρίνῳ ἢ ψιμυθίῳ ἢ λιβανωτῷ διέντες ἐλαίῳ 2 εὐέκτων Rose: εὐεκτῶν p 5 καθαρρομένοις in καθαιρομένοις correxit P1 12 κατ’ εὐθὺ Rose: κατευθῆ P 13 φερομένου addidit Rose 14 γὰρ addidit Rose ὑπερέχουσαι scripsi: περιέχουσαι P 15 πεσὸν (non ποσὸν) P 16 σικύαι Rose: σηκυιαί ut vid. P οἱ add.Rose 18 πεσσῶν Rose: πεσών P 20 αὐτά Rose: αὐτάς P ὁλκὸν P: ὁλκὴν malebat Sauppe θερμὸν addidi κἀκείνῃ scripsi: κἀκείνη P στόμα τῆς ὑστέρας μετὰ τὴν μίξιν ξηρὸν φανῇ γεγονός. συμβαίνει δὲ ταῖς λεῖα τὰ στόματα τῶν ὑστερῶν ἐχούσαις μὴ παραδέχεσθαι τὸ σπέρμα, ταῖς δὲ ἀνεστομωμένα μᾶλλον. διὸ δὴ αἱ μὴ βουλόμεναι συλλαβεῖν λιπαίνουσι τοὺς τόπους ἄλλη ἄλλῳ περιχρίστῳ, ὅθεν καὶ ταῖς πυκνὰ συνουσιαζομέναις βραδύτερον τὸ ἐγγάστριον λαβεῖν· λεαίνεται γὰρ αὐταῖς καὶ κωφὸν γίνεται τὸ στόμα τῆς ὑστέρας ὑπὸ τῶν συνικμαζομένων ὑγρῶν ἐν τῷ τέλει τῆς ὁμιλίας.