(71) μέχρι μὲν οὖν τῶν δὶς ἑπτὰ ἐτῶν ἄχρηστά ἐστι τὰ σπέρματα, μετὰ δὲ ταῦτα χρήσιμα. (72) τῶν δὲ σπερμάτων, φησί, τὰ μὲν τραχέα καὶ χαλαζώδη ἀρρενογόνα ἐστί· τῆς γὰρ ἄκρας πέψεως τοῦτο σημεῖόν ἐστι· τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα· ἀπεπτότερα γάρ, ἐκ δ’ ἀπέπτου τὸ θῆλυ.