(7) ἀμφόδοντα δέ ἐστιν ἄνθρωπος ἵππος ὄνος ἐλέφας καὶ πάντα ὅσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει. τούτοις δὲ συμβέβηκε πιμελὴν ἀλλ’ οὐ στέαρ ἔχειν. (8) συνόδοντα δέ ἐστι βοῦς f. 7r πρόβατον αἴξ, καὶ εἴ τι συμβέβηκε | στέαρ ἔχειν ἀλλ’ οὐ πιμελήν· ᾧ δὲ διαφέρει πιμελὴ στέατος ἐν τοῖς ἑξῆς ἀπαγγελῶ.