(65) ἐνίαις μὲν οὖν καὶ γινομένων τῶν καταμηνίων ἀτεκνία παρακολουθεῖ. συμβαίνει δὲ τοῦτο κατὰ πολλὰς αἰτίας γίνεσθαι. νεσθαι. καὶ γὰρ ἐὰν ᾖ εὐνουχώδης καὶ μικρὸν τὸν τράχηλον ἔχουσα οὐ συλλήψεται, καὶ ἐὰν ἢ ἐγκεκλεισμένας καὶ ἐὰν κωφὰς καὶ μὴ ἐστομωμένας τὰς ὑστέρας ἔχῃ, κἂν λίαν κάθυγρος ἦ· συνεξυγραίνει γὰρ τὸ τοῦ ἄρρενος σπέρμα· κἂν λίαν πάλιν κατάξηρος· ἀναληφθήσεται γὰρ καὶ ἀναξηρανθήσεται, ἐὰν μὴ καταβαίνῃ τὸ ἴδιον μέτρον. καὶ ἄλλαι δὲ πολλαὶ πηρώσεις ἀγονίας αἴτιαι καὶ τοῖς ἄρρεσι καὶ ταῖς θηλείαις ὑπάρχουσιν, ἀλλ’ ἐμοὶ τὰ νῦν οὐχ ὑπὲρ τούτων, ἀλλ’ ὑπὲρ τῶν κατὰ φύσιν συλλαμβανουσῶν εἴρηται. (66) ἐχομένως δ’ ἀπορεῖ, πότερον τὸ συστὰν ἐν τῇ μήτρᾳ σπέρμα καὶ μιχθὲν τῇ τῆς θηλείας ἰκμάδι εὐθέως καὶ ψυχὴν ποιεῖ καὶ 1 κατὰ τοῦτο] Arist.gener.anim.A 19 p.727b31 ὅτι μὲν οὖν συμβάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην ...δῆλον. A 22 p. 730b1 ἐν τῷ θήλει εἶναι τὴν ὕλην, ἐξ ἦς ἐστι τὸ δημιουργούμενον 3. 4 ὃ δὲ προίεται] Arist.gener.anim.A 20 p. 727b33 ὃ δ᾿  οἴονταί τινες σπέρμα συμβάλλεσθαι ἐν τῇ συνουσίᾳ τὸ θῆλυ διὰ τὸ γίνεσθαι παραπλησίαν τε χαρὰν ἐνίοτε αὐταῖς τῇ τῶν ἀρρένων καὶ ἅμα ὑγρὰν ἀπόκρισιν, οὐκ ἔστιν ἡ ὑγρασία αὕτη σπερματικὴ ἀλλὰ τοῦ τόπου ἵδιος ἑκάσταις 7 διόπερ] Arist.gener.anim.A 19 p. 727b 12 διὸ οὔτε ὅλως μὴ γιγνομένων αὐτῶν (τῶν καταμηνίων) γεννᾷ τὸ θῆλυ, οὔτε γιγνομένων ὅταν ἐξικμάζῃ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ μετὰ τὴν κάθαρσιν. ὁτὲ μὲν γὰρ οὐκ ἔχει τροφὴν οὐδ᾿  ὕλην, ἐξ ἦς δυνήσεται συστῆσαι τὸ ζῷον ἡ ἀπὸ τοῦ ἄρρενος ἐνυπάρχουσα ἐν τῇ γονῇ δύναμις· ὁτὲ δὲ συνεκκλύζεται διὰ τὸ πλῆθος 9 ἐνίαις] cf.Arist.hist.anim.K 1—3 p.633b11—636a8 15 καὶ ἄλλαι] Arist.gener.anim.B7 p. 746b20 τὰ δ᾿  αἴτια τῆς ἀγονίας ἐπὶ μὲν τῶν ἄλλων πλείω συμβαίνει· καὶ γὰρ ἐκ γενετῆς, ὅταν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μίξιν χρησίμους, ἂγονοι γίνονται καὶ γυναῖκες καὶ ἂνδρες...τοῖς δὲ προιοὺσης τῆς ἡλικίας ταὐτὸν συμβαίνει πάσχειν 18 ἐχομένως δ᾿  ἀπορεῖ] Arist.gener.anim.Β 3 p. 736a24 τούτου δ᾿  ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, εἰ τῶν προιεμένων εἰς τὸ θῆλυ γονὴν μηθὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γιγνομένου κυήματος, ποῦ τρέπεται τὸ σωματῶδες αὐτοῦ, εἴπερ ἐργάζεται τῇ δυνάμει τῇ ἐνούσῃ ἐν αὐτῷ. διορίσαι τε δεῖ, πότερον μεταλαμβάνει τὸ συνιστάμενον ἐν τῷ θήλει ἀπὸ τοῦ εἰσελθόντος τι ἢ οὐθέν, καὶ περὶ ψυχῆς, καθ’ ἤν λέγεται ζῷον (ζῷον δ᾿  ἐστὶ κατὰ τὸ μόριον τῆς ψυχῆς τὸ αἰσθητικόν), πότερον ἐνυπάρχει τῷ σπέρματι καὶ τῷ κυήματι ἢ οὔ, καὶ πόθεν 2 συμβάλεσθαι p 3 τόπον scripsi: τρόπον P 5 ὑγρὸν Rose: ὑπιον P 6 τόποις (sic) P προεῖπον] p.17,14 7 ὅσαις Rose: δσοις P 8 ἠσβέσθη? P 12 ἢ delevi ἐγκεκλεισμένας (sic) P καὶ ἐὰν κωφὰς P: ἢ κωφὰς Rose 13 κἂν Rose: καὶ P γὰρ addidit Rose: om.P 14 κἂν Rose: καὶ P 15 ἐὰν scripsi: κἂν p 16 αἵτιαι scripsi: αἰτίαι addidit Rose 18 ἐν addidit Rose 19 τῇ τῆς Rose: τῆς P ψυχῆς μετέχει ἢ οὔ. καί φησιν ὡς ἀναγκαῖον αὐτῆς μετέχεν, μετέχει δὲ οὐ τοῦ νοεροῦ ἀλλὰ μόνον τοῦ θρεπτικοῦ. ζῆν γὰρ κατ’ ἀρχὰς ἐν τῇ μήτρᾳ τὰ ἔμβρυα φυτοῦ βίον ἔχοντα καὶ χρᾶσθαι καθάπερ τὰ φυτὰ τῇ γῇ. ὡς γὰρ ἐκεῖνα ταῖς ῥίζαις ἕλκει ἐκ τῆς γῆς τὴν τροφήν, οὕτως καὶ τὸ ἔμβρυον ῥίζῃ χρώμενον τῷ ὀμφαλῷ ἐκ τῆς μήτρας τὴν ὁλκὴν ποιεῖται τῆς τροφῆς. αὐξανόμενα δὲ τῷ χρόνῳ τὰ ἔμβρυα, ὅτε δὴ συμβαίνει ἀσᾶσθαι καὶ τὴν ἔχουσαν, τότε καὶ τοῦ νοεροῦ μέρους τῆς ψυχῆς συμβαίνει μετασχεῖν· ὅτε δὴ καὶ ζῷον ἂν δικαίως λέγοιτο, ἀλλ’ οὐκ ἔμβρυον· ἐνυπάρχει γὰρ ἐν τῷ καταβαλλομένῳ σπέρματι τῆς ψυχῆς τινα μόρια, ἂ f.12r ποιεῖ γόνιμον αὐτὸ εἶναι, ἐὰν μή τις πήρωσις αὐτῷ ἐπακολουθήσῃ.