(59) ἐχομένως ἀπορεῖ, πότερον ἀφ’ ὅλου τοῦ σώματος ἡ καταβολὴ τούτου ·ἢ ἀπὸ μέρους, καὶ ἀπὸ τοῦ ἄρρενος μόνου ἢ καὶ ἀπὸ τῆς θηλείας, καὶ τὸ ὅλον εἰ συμβάλλεται τὸ θῆλυ πρὸς τὴν ζῳογονίαν ἢ οὔ. (60) οὐχ ὅλον ἀφ’ ὅλου εὔλογον φέρεσθαι. ἐχρῆν γάρ, εἴπερ ἧν ἀφ’ ὅλου ἡ φορά, μὴ ἀθρόαν τὴν ἡδονὴν παρακολουθεῖν ἡμῖν, ἀλλὰ κατὰ f.11r μέρος ὡς καὶ συνέρρει· ἀπὸ γάρ τινος πρώτου καὶ δευτέρου φιλεῖ φέρεσθαι, ἡμῖν δὲ ἄδηλον γίνεται διὰ τὴν ταχύτητα. καὶ ἔτι, εἴ τι, φασίν, ἐκ διεστώτων ἡμῖν μερῶν ἐνεχθήσεται ἢ ἐκ συνεχῶν· καὶ εἰ μὲν ἐκ διεστώτων ἐνεχθήσεται, πῶς ζήσεται μὴ συνεχὲς ὄν; εἰ δὲ συνεχὲς ἔξεισι, ζῷον ἂν ἧν τὸ φερόμενον μικρόν, οὗ μὴ γενομένου οὐκ ἂν λέγοιμεν ἀφ’ ὅλου φέρεσθαι τὸ σπέρμα.