(55) Ἐναπορεῖ ὁ Ἀριστοτέλης κατὰ μὲν πρῶτον περὶ τῆς οὐσίας αὐτοῦ. πῶς γάρ, φησίν, ἐξερχόμενον ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν ἐστιν, ἐπιμένον δὲ καὶ ψυχόμενον εἰς ὕδωρ ἀναλύεται; ἄτοπον δέ ἐστιν ὕδωρ αὐτὸ λέγειν· οὐ γὰρ παχύνεται ὑπὸ θέρμης ὕδωρ, τὸ δὲ σπέρμα παχύ τι καὶ λευκὸν χρῆμα φαίνεται ὑπάρχον. ἀλλ’ εἰ ἐλέγομεν αὐτὸ ἐκ γεώδους καὶ ὑδατώδους εἶναι, ἐχρῆν καὶ ψυχόμενον αὐτὸ μὴ ἐξυδατοῦσθαι, τοὐναντίον δὲ καὶ πήσσεσθαι, καθάπερ καὶ τὰ ἐκ τῆς γῆς καὶ ὕδατος ὁρῶμεν τῷ χρόνῳ ξηραινόμενα. ἀλλὰ μὴν καὶ εἰ ἧν αἶμα, ὥς τινες ἔφασαν τῶν ἀρχαίων, πέψει δὲ μεταβεβληκὸς τὴν χροιάν, ἔδει αὐτὸ τῷ ψύχει μᾶλλον πήσσεσθαι, ὅπερ καὶ περὶ πᾶν αἷμα ψυχόμενον συμβαίνει. μήποτε οὖν, φησίν, ἐξ ὕδατος 1 βοῦς] Arist.hist.anim. Ζ 21 p. 575a25 κύει δ᾿  ἐννέα μῆνας (βοῦς, δεκάτῳ δὲ τίκτει ἐλέφας] Arist.hist.anim.Ε 14 p.546b11 κύει δ᾿  ἔτη δύο. hist.anim.Ζ 27 p. 578a18 ὅταν δ᾿  ὀχευθῇ ἡ θήλεια, φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἕξ μῆνας, ὡς δ᾿  ἕτεροι, τρί’ ἔτη 7 ἀρχὴ] Arist.part.anim.Β 7 p. 653b17 τὸ μὲν γὰρ (σπέρμα) ἀρχὴ γενέσεως αὐτῶν (τῶν ζῴων) ἐστί 10 ἐναπορεῖ ὁ Ἀριστοτέλης] gener. anim.Β 2 p. 735a29 περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν. τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίνεται ὑγρὸν ὥσπερ ὕδωρ, καὶ τὸ χρῶμα ὕδατος. ἄτοπον δὴ ἄν δόξειεν· οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ᾿  ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίνεται ὑγρόν. καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον, ἀλλ’ ὑγραίνεται, ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν. ἀλλὰ μὴν οὐδ’ ὑπὸ θερμοῦ παχύνεσθαι εὄλογον. ὅσα γὰρ γῆς πλεῖον ἔχει, ταῦτα συνίσταται καὶ παχύνεται ἑψόμενα, οἶον καὶ τὸ γάλα. ἔδει οὖν ψυχόμενον στερεοῦσθαι. νῦν δ᾿  οὐθὲν γίνεται στερεόν, ἀλλὰ πᾶν ὧσπερ ὕδωρ. ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν· εἰ μὲν γὰρ ὕδωρ, τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ᾿  ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος· εἰ δ᾿  ἐκ γῆς ἤ μικτὸν γῆς καὶ ὕδατος, οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ 17 ἀλλὰ μὴν καὶ εἰ ἦν οἶμα] locus apud Aristotelem non extans 19 μήποτε] Arist.gener.anim.B2 p.735b7 (continuatio loci supra citati) ἢ οὐ πάντα τὰ συμβαίνοντα διῃρήκαμεν. οὐ γὰρ μόνον παχύνεται τὸ ἐξ ὅδατος καὶ γεώδους συνιστάμενον ὑγρόν, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ πνεύματος, οἶον καὶ ὁ ἀφρὸς γίνεται παχύτερος καὶ λευκός, καὶ ὅσψ ἂν ἐλάττους καὶ ἀδηλότεραι αἱ πομφόλυγες ὦσι, τοσούτῳ καὶ λευκότερος καὶ στιφρότερος ὁ ὄγκος φαίνεται. τὸ δ᾿  αὐτὸ καὶ τὸ ἔλαιον πάσχει· παχύνεται γὰρ τῷ πνεύματι μιγνὐμενον· διὸ καὶ τὸ λευκαινόμενον παχύτερον γίνεται τοῦ ἐνόντος ὑδατώδους ὑπὸ τοῦ θερμοῦ διακρινομένου καὶ γινομένου πνεύματος . .  . . . καὶ αὐτὸ τὸ ὕδωρ τῷ ἐλαίῳ μιγνύμενον γίνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται 5 ἐπιγραφησομένῳ (non ἐπιγραφομένῳ) P 14 ἐλέγομεν scripsi: λέγομεν P 16 (item 18) πήσσεσθαι Rose: πήσεσθαι p 18 μεταβεβληκὸς Sauppe: μεταβεβηκὸς p καὶ πνεύματός ἐστιν, οἷος ὁ ἀφρὸς ὁ ἐπὶ τοῦ ὕδατος γινόμενος; οὗτος γὰρ γίνεται παχύτερος καὶ λευκότερος ὅσῳ ἂν ἐλάττους καὶ ἀδηλοτέρας ἔχῃ τὰς πομφόλυγας. τὸ δ’ αὐτὸ γινόμενον ὁρᾶται καὶ περὶ τὸ ἔλαιον τὸ f.10v μετὰ τοῦ ὕδατος· παχύνεται γὰρ ἅμα καὶ λευκαίνεται ἐν τῇ τοῦ πνεύμκτος παρεμβολῇ· ἡ γὰρ ἀνακοπὴ καὶ ἡ κίνησις πλεῖον πνεῦμα αὐτοῖς ἐγκατακλείει. ἀμέλει δὲ καὶ αὐτὸ τὸ ἔλαιον πνεῦμα ἔχει ἐν ἑαυτῷ πλεῖστον, δι’ οὔ καὶ ἐπὶ τοῦ ὕδατος ἐπιπολάζει ἀνακουφιζόμενον ὑπὸ τούτου. ὅθεν ἐξ ὕδατος καὶ πνεύματος λέγοι ἄν τις τὸ σπέρμα εἶναι καθάπερ, ὡς προεῖπον, καὶ ὁ ἀφρός. (56) αἴτιος δὲ γίνεται τῆς ἀπηξίας τοῦ σπέρματος ὁ ἐνυπάρχων ἐν αὐτῷ ἀήρ· πᾶς γὰρ ἀὴρ ἂπηκτος. ἔοικε δέ, φησί. τὸ λεγόμενον ὑφ’ ἡμῶν μηδὲ τοὺς ἀρχαίους λεληθέναι, ὡς ἀφρώδης ἐστὶν ἡ τοῦ σπέρματος φύσις· τὴν γὰρ δεσπόζουσαν τῆς μίξεως τοῦ σπέρματος θεὸν Ἀφροδίτην προσηγόρευσαν οὐκ ἐξ ἑτέρου ἀλλ’ ἐξ ἀφροῦ.