(5) ὀστρακόδερμα δὲ κατωνόμασται τά τε τῶν ὀστρέων καὶ πορφυρῶν καὶ κηρύκων καὶ στρόμβων καὶ ἐχίνων γένη, ταῦτα δὲ λέγεται μήτε ἄρσενα μήτε θήλεα ὑπάρχειν. (6) καρχαρόδοντα δέ ἐστιν ὅσα στρογγύλους καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας τοὺς ὀδόντας ἔχει, οἶον λύκος λέων κύων πάρδαλις καὶ τὰ ἄλλα· ἔτι δὲ καὶ τὸ τῶν ἰχθύων πᾶν γένος καρχαρόδουν. ταῦτα δὲ σαρκοφάγα συμβέβηκεν εἶναι.