(37) γίνεται δέ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ἐν πυρὶ καὶ ἐν χιόνι ζῷα μικρὰ καὶ δυσκίνητα τὰ μεγόμενα πυριγενῆ. πάντα δὲ τὰ κατηριθμημένα ζῷα ἄναιμα συμβέβηκεν εἶναι καὶ τελευτᾶν ἐλαίου αὐτοῖς ἐπισταζομένου, καθάπερ καὶ τὰ ἔντομα πάντα. ὅθεν αἱ μέλισσαι τοὺς τῷ μύρῳ χρωμένους καὶ εἰσιόντας τύπτουσαι ἀποδιωθοῦνται ὡς πολεμίου τοῦ λίπους ὄντος· διὸ δὴ ἀλιπεῖς πειρῶνται προσάγειν αὐταῖς, ἐν Αἰγύπτῳ δὲ καὶ ἐξυρημένοι τὰς κεφαλάς, ἵνα μηδεμία ἰκμασία λίπους λείπηται. (38) Τῶν δὲ ἰχθόων οἱ πλεῖστοι ἐν μηνὶ μουνιχιῶνι ἢ θαργηλιῶνι, τουτέστι τῷ ἔαρι, ποιοῦνται τὴν ὀχείαν καὶ τὸν τόκον, μάλιστα δὲ ἐκτοπίζοντες εἰς τὸν Πόντον διὰ τὸ πλείστας ἔχειν κοίτας καὶ θαλάμας εἶναι καὶ διὰ τὸ μὴ ὑπάρχειν ἐν τοῖς τόποις ἐκείνοις τὸ ἀδικῆσον αὐτῶν τὰ σκυμνία θηρίον· πάρεξ γὰρ δελφῖνος καὶ τούτου μικροῦ καὶ ἀσθενοῦς οὔθ’ ἓν 1 ἐκ δὲ τῶν ἀσκαρίδων] Arist. hist. anim. Ε 19 p. 551b27 αἱ δ᾿  ἐμπίδες γίνονται ἐκ τῶν ἀσκαρίδων ἐκ δὲ τῶν συκίνων] Arist. hist. anim. Ε 19 p. 557b25 οἱ δ’ ἐρινεοὶ οἱ ἐν τοῖς ἐρινεοῖς ἔχουσι τοὺς καλουμένους ψῆνας. γίνεται δὲ τοῦτο πρῶτον σκωλήκιον, εἶτα περιρραγέντος τοῦ δέρματος ἐκπέτεται τοῦτο ἐγκαταλιπὼν ὁ ψὴν καὶ εἰσδύεται εἰς τὰ τῶν συκῶν ἐρινεᾶ καὶ διὰ στομάτων ποιεῖ μὴ ἀποπίπτειν τὰ ἐρινᾶ· διὸ περιάπτουσί τε τὰ ἐρινᾶ πρὸς τὰς συκᾶς οἱ γεωργοὶ καὶ φυτεύουσι πλησίον ταῖς συκαῖς ἐρινεούς 5 φησὶν ὁ Ἀριστοτέλης] Arist. hist. anim. Ε 19 p. 552b6 καὶ γὰρ ἐν τοῖς δοκοῦσιν ἀσηπτοτάτοις εἶναι ἐγγίγνονται ζῷα οἷον ἐν χιόνι τῇ παλαιᾶ. γίνεται δ᾿  ἡ παλαιὰ ἐρυθροτέρα, διὸ καὶ οἱ σκώληκες τοιοῦτοι καὶ δασεῖς· οἱ δ᾿  ἐκ τῆς ἐν Μηδίᾳ χιόνος μεγάλοι καὶ λευκοί· δυσκίνητοι δὲ πάντες. ἐν δὲ Κύπρψ, οὖ ἡ χαλκίτις λίθος καίεται, ἐπὶ πολλὰς ἡμέρας ἐμβαλλόντων, ἐνταῦθα γίνεται θηρία ἐν τῷ πυρί, τῶν μεγάλων μυιῶν μικρόν τι μείζονα, ὑπόπτερα, ἃ διὰ τοῦ πυρὸς πηδᾷ καὶ βαδίζει 6 πυριγενῆ] vocabulum apud Aristotelem non occurrit πάντα] Arist. gener. anim. Β 1 p. 733a25 ἔστι δ᾿  ἅπαντα ἄναιμα τὰ ἔντομα 7 τελευτᾶν] Arist. hist. anim. Θ 27 p. 605 b19 πάντα δὲ τὰ ἔντομα ἀποθνήσκει ἐλαιούμενα· τάχιστα δ᾿ , ἄν τις τὴν κεφαλὴν ἀλείψας ἐν τῷ ἡλίῳ θῇ. cf. Τheophr. de caus. plant. VΙ 5,3 8 αἱ μέλισσαι] Τheophr. de caus. plant. VΙ 5,1 πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις 10 διὸ δὴ] neque Aristoteles neque Aelianus auctor est. Aristophanem addidisse propter Aegypti mentionem fit probabile cf. p. 3,7 12 τῶν δὲ ἰχθὺων] Arist. hist. anim. Ε 11 p. 543b6 τίκτουσι δ᾿  οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισί· μουνιχιῶνι, θαργηλιῶνι, σκιροφοριῶνι 13, 14 ἐκτοπίζοντες] Ael. nat. anim. IV 9 p. 84,3 H. τῶν ἰχθύων διὰ τοῦ ἦρος οἱ πλεῖστοι ἐς ἀφροδίτην πρόθυμοί εἰσι, καὶ ἀποκρίνουσί γε αὑτοὺς ἐς τὸν Πόντον μᾶλλον· ἔχει γάρ πως θαλάμας τε καὶ κοίτας, φύσεως ταῦτα ἰχθύσι τὰ δῶρα· ἀλλὰ καὶ θηρίων ἐλεύθερός ἐστιν ὅσα βόσκει θάλαττα. δελφῖνες δὲ ἀλῶνται μόνοι, λεπτοί τε καὶ ἀσθενικοί· καὶ μὴν καὶ πολύπου χῆρός ἐστι καὶ παγούρου ἄγονος, καὶ ἀστακὸν οὐ τρέφει· μικρῶν δὲ ἰχθύων οἵδε ὅλεθρός εἰσιν. cf. IX 59 p. 239,27 H. Arist. hist. anim. Θ 13 p. 598a30 2 σκωλίκια οἳ Rose: οἱ P 3 ἐρινᾶ Rose: ἔρνα P 4 ἔρινα P ἐρινεοὺςs Rose: ἐρίνους 7 ζῶα P: omisit Rose 11 ἐξυρημένοι Rose: ἐξυραμένοι P λίπηται 12 μουνιχίωνι P 14 ἔχειν P: ἐκεῖ corrigebat Rose σκυμνία scripsi: σκυμνία Rose 16 οὐθ’ ἓν Ρ: aut οὐθὲν aut οὐδ᾿  ἓν postulo ὑπάρχει θηρίον ἐν τοῖς τόποις. οὐδὲ μὴν τὰ μάλιστα δοκοῦντα ἀδικεῖν τὰ μικρότατα τῶν ἰχθυδίων οὐδὲ ταῦτα γίνεται ἐκεῖ, οἷον πώλυπες πάγουροι ἀστακοὶ καὶ τὰ ὅμοια. καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὴν ἀλέαν ὁ τόκος καὶ ὁ ἐκτοπισμὸς τοῖς πλείστοις ἐκεῖ.