(115) τὰ δὲ πλείονας ἔχοντα πόδας τῶν τεσσάρων ἂναιμά ἐστι καὶ ἂσπλαγχνα πλὴν τοῦ κατοικιδίου κόρεως· οὕτος γὰρ μόνος πολύπους f.16r ὑπάρχων οἶμα ἔχει. (116) τὰ ᾠοτοκοῦντα τῶν διπόδων |ἢ τετραπόδων ἐντὸς ἔχει πρὸς τὴν ὀσφὺν τοὺς ὄρχεις, καθάπερ τῶν διπόδων ἀλεκτρυών, τῶν δὲ τετραπόδων σαῦρος.