(11) ἀμφίβια δὲ νενόμισται ὅσα τῶν ζῴων καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆς χέρσου βιοῖ, καθάπερ ἵππος ποτάμιος καὶ ἔνυδρις καὶ ὁ κροκόδειλος. δύναται δὲ καὶ ὁ ἄνθρωπος ἀμφίβιος λέγεσθαι· εἰσὶ γὰρ οἳ ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῇ ξηρᾷ διαιτῶνται, καθάπερ ἐν Αἰγόπτῳ καὶ ἄλλῃ πολλαχῇ. (12) λεπιδωτὰ δὲ εἴρηται πάντα τὰ τῶν ἰχθύων γένη ἔξω τῶν σελαχίων.