(105) ὅσαι τῶν γυναικῶν κύουσαι πλεονάκις μετ’ ἀνδρὸς γίνονται, αὖται καὶ εὐμαρέστερον τίκτουσι. (106) Μόνος ἄνθρωπος τῶν ζῴων νεῖν μανθάνει. μόνος ἄνθρωπος τὰ ὧρα οὐ κινεῖ, εἰ καὶ σπανιάκις ἐστὶ κίνησις. μόναι αἱ τρίχες τοῦ ἀνθρώπου μακρότεραι γίνονται τῶν ἄλλων ζῴων.