Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐξετετέλεστο· ἡ δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνήσκει· οὗτος γὰρ ὁ τοῦ θανάτου τρόπος αὐτῆς ἐλέγετο. Ἀκούσας ὁ Ἱππόθοος αὕτη ἔφησεν ἐστὶν ἡ κόρη, ἣν Ἁβροκόμης ζητεῖ. Ὁ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας· ὀψὲ δὲ καὶ ἀναθορῶν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆς ἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἄνθεια καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σώζεται. Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα· ἡ δὲ ἀναστενάξασα τοῦτο γὰρ ἔφη τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον· ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε· πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν· ἐφ’ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται. Ἀκούσας ὁ Ἁβροκόμης περιερρήξατο τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀποθανοῦσαν Ἄνθειαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολομένην. Τίς ἄρα λῃστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται; Ἀπεστερήθην σοῦ ὁ δυστυχὴς τῆς μόνης ἐμοὶ παραμυθίας.