Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐ πολλαῖς τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἄνθειαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ ἀνενεγκοῦσαν παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ τὴν τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκατασχέτῳ λύπῃ ἦν. Ὁ δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπολυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ λῃστῶν ἀχθεῖσαν· ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν Ἱππόθοον παρεσκεύασαν. Καὶ οἱ μὲν ἄλλοι ἐδειπνοποιοῦντο, ὁ δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς ῥίψας ἔκλαε καὶ ἔκειτο οὐδὲν προσιέμενος. Προιόντος δὲ τοῦ πότου εὐκαίρως τοῖς περὶ τὸν Ἱππόθοον παροῦσά τις πρεσβῦτις ἄρχεται διηγήματος, ᾗ ὄνομα Χρυσίον. Ἀκούσατε ἔφη, ὦ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῇ πόλει. Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ, ἐξελθὼν δὲ ἐπὶ λῃστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν λῃστὰς καὶ μετʼ αὐτῶν κόρην καλὴν καὶ ταύτην ἔπεισεν αὐτῷ γαμηθῆναι.