Ὁ δὲ Περίλαος τὴν ἐσθῆτα περιρρηξάμενος, ἐπιπεσὼν τῷ σώματι ὦ φιλτάτη μοι κόρη φησίν, ὦ πρὸ τῶν γάμων καταλιποῦσα τὸν ἐρῶντα, ὀλίγαις ἡμέραις νύμφη Περιλάου γενομένη, εἰς οἷόν σε θάλαμον τὸν τάφον ἄξομεν; εὐδαίμων ἄρα ὅστις ποτε Ἁβροκόμης ἦν· μακάριος ἐκεῖνος ὡς ἀληθῶς, τηλικαῦτα παρʼ ἐρωμένης λαβὼν δῶρα. Ὁ μὲν οὖν τοιαῦτα ἐθρήνει, περιεβεβλήκει δὲ ἅπασαν καὶ ἠσπάζετο χεῖράς τε καὶ πόδας νύμφη λέγων ἀθλία, γύναι δυστυχεστέρα. Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν· καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν (ἡ δὲ ἔκειτο ἀναισθητοῦσα) ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους· κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας. Καὶ ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἤγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἄνθεια ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα ὦ ψευσάμενόν με φησίν, ὦ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα (πάντα καινὰ καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου. Ἀλλ’ ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ. Οὐ γὰρ ἂν ἐντεῦθέν μέ τις ἀνέλοιτο, οὐδʼ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδʼ εἰς φῶς ἐλεύσομαι. Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.