Οὗτος ὁ Ψάμμις ὁρᾷ τὴν Ἄνθειαν παρὰ τοῖς ἐμπόροις καὶ ἰδὼν ἁλίσκεται καὶ ἀργύριον δίδωσι τοῖς ἐμπόροις πολὺ καὶ λαμβάνει θεράπαιναν αὐτήν. Ὠνησάμενος δὲ ἄνθρωπος βάρβαρος εὐθὺς ἐπιχειρ εῖ βιάζεσθαι καὶ χρῆσθαι πρὸς συνουσίαν· οὐ θέλουσα δὲ τὰ μὲν πρῶτα ἀντέλεγε, τελευταῖον δὲ σκήπτεται πρὸς τὸν Ψάμμιν (δεισιδαίμονες δὲ φύσει βάρβαροι) ὅτι αὐτὴν ὁ πατὴρ γεννωμένην ἀναθείῃ τῇ Ἴσιδι μέχρι ὥρας γάμων καὶ ἔλεγεν ἔτι τὸν χρόνον ἐνιαυτῷ τίθεσθαι. Ἢν οὖν φησὶν ἐξυβρίσῃς εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία. Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθείας ἀπέχεται· ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη. Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παραίτιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος. Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, κἀνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυμένος), Ἄραξος τοὔνομα.