Ἡ δὲ συνήθης αὐτὸν τῆς κόρης ὄψις εἰς ἔρωτα ἤγαγε, καὶ κατὰ μικρὸν ἑαλώκει Περίλαος Ἀνθείας. Ὡς δὲ ἧκον εἰς Ταρσόν, τοὺς μὲν λῃστὰς εἰς τὴν εἱρκτὴν παρέδωκε, τὴν δὲ Ἄνθειαν ἐθεράπευεν. Ἦν δὲ οὔτε γυνὴ τῷ Περιλάῳ οὔτε παῖδες, καὶ περιβολὴ χρημάτων οὐκ ὀλίγη. Ἔλεγεν οὖν πρὸς τὴν Ἄνθειαν ὡς πάντα ἂν αὐτὴ γένοιτο Περιλάῳ, γυνὴ καὶ δεσπότις καὶ παῖδες. Ἡ δὲ τὰ μὲν πρῶτα ἀντεῖχεν, οὐκ ἔχουσα δὲ ὅ τι ποιήσειε βιαζομένῳ καὶ πολλῷ ἐγκειμένῳ, δείσασα μὴ καί τι τολμήσῃ βιαιότερον, συγκατατίθεται μὲν τὸν γάμον, ἱκετεύει δὲ αὐτὸν ἀναμεῖναι χρόνον ὀλίγον ὅσον ἡμερῶν τριάκοντα, καὶ ἄχραντον τηρῆσαι· καὶ σκήπτεται ὁ δὲ Περίλαος πείθεται καὶ ἐπόμνυται τηρήσειν αὐτὴν γάμων ἁγνὴν εἰς ὅσον ἂν ὁ χρόνος διέλθῃ. Καὶ ἡ μὲν ἐν Ταρσῷ ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου· ὁ δὲ Ἁβροκόμης ᾔει τὴν ἐπὶ Κιλικίας ὁδόν· καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ λῃστρικοῦ (ἀπεπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ’ εὐθὺ ὁδοῦ) συντυγχάνει τῷ Ἱπποθόῳ ὡπλισμένῳ. Ὁ δὲ αὐτὸν ἰδὼν προστρέχει καὶ φιλοφρονεῖται καὶ δεῖται κοινωνὸν γενέσθαι τῆς ὁδοῦ. Ὁρῶ γάρ σε, ὦ μειράκιον, ὅστις ποτὲ εἶ, καὶ ὀφθῆναι καλὸν καὶ ἄλλως ἀνδρικόν· καὶ ἡ πλάνη φαίνεται πάντως ἀδικουμένου.