8 [I 35]. Σιμαλίων Πετάλη. Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τούς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . ., ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας x² (Vat. 2 Flor. P Δ) 3 τινας] fort. delendum | οἴει] ante πρὸς hab. Vind., unde post διαλεγομένων supplet σοι Mein., φέρει—[οἴει] cl. § 3 Cob., sed cfrt IV 2, 2 Pol. | 19 παρηγόρημα Bergl., κατηγόρημα x² | 11 ἐνεφορησάμην] ἐνεφορήθην Cob. | 12 τὸ] τότε Δ | 13 κλαίοντά] κλάοντά Cob. | 14 βρυχώμενον ΠΔ, βρυ- χόμενον cet. | 15 ἔτι ἐστί Cob., ἔπεστί x² | 16 lac sign. posui, scribit ὅτε pro ὅν Vind., ὅ τι Sei1., sed excidit potius ὁ στέ- φανος vel simile quid | 17 λυπρὰν] del. Cob., λυγρὰν Herch. (ed.) — 〈ἐν〉 add. bergl., τῶν συμποσίων Vind. | 19 δὴ] μὴ Bergl., δὴ μὴ Vagn. | ὑφ’] ἐφʼ Flor. μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό- μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων. 9 [I 36]. Πετάλη Σιμαλίωυι. Εβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέ- φεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱμα- τίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις ἅποσα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδʼ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον, ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστε- ναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυ- τὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια x² (Vat. 2 Flor. ΠΔ) 2 ἄνπερ ὡς] ἂν ὥσπερ Δ | 3 ἔχαωσιν Π Δ, ἔχουσιν cet., ἐρῶσιν Nab. | 7 μιμήσωμαί Π Δ, μιμήσομαί cet. | 8 μέμψεις] τέρψεις Nauck., θρύῆψεις Pol. 10 οἰκίαν] post τρέφεσθαι hab. Π Δ | 13 χρυσίου] χρυσίων Vind. | 14 ἐν] del. Cob., ἔτι Nab. | 16 καὶ (ante αἱ)] del. Pol. | 19 ἰδοῦσα] ἰδοῦσαν Mein. | τὸν χρόνον τοῦτον conj. in cod. Pal. 132 [suprascr. τούτου], τοῦ χρόνου τούτου x² | 20 ἀρ- χαῖα] ἀραῖα vel ἀραχνιαῖα Reisk. | τρύχινα] τρίχινα Δ | περι- βαλλομένη] προβαλλομένη Δ, περιβαλομένη Mein. (ed.) αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ἦ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; . . . . . . μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἶον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς καθʼ ἡμέραν δίδαωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν διʼ ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.