8 [I 35]. Σιμαλίων Πετάλη. Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τούς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . ., ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας x² (Vat. 2 Flor. P Δ) 3 τινας] fort. delendum | οἴει] ante πρὸς hab. Vind., unde post διαλεγομένων supplet σοι Mein., φέρει—[οἴει] cl. § 3 Cob., sed cfrt IV 2, 2 Pol. | 19 παρηγόρημα Bergl., κατηγόρημα x² | 11 ἐνεφορησάμην] ἐνεφορήθην Cob. | 12 τὸ] τότε Δ | 13 κλαίοντά] κλάοντά Cob. | 14 βρυχώμενον ΠΔ, βρυ- χόμενον cet. | 15 ἔτι ἐστί Cob., ἔπεστί x² | 16 lac sign. posui, scribit ὅτε pro ὅν Vind., ὅ τι Sei1., sed excidit potius ὁ στέ- φανος vel simile quid | 17 λυπρὰν] del. Cob., λυγρὰν Herch. (ed.) — 〈ἐν〉 add. bergl., τῶν συμποσίων Vind. | 19 δὴ] μὴ Bergl., δὴ μὴ Vagn. | ὑφ’] ἐφʼ Flor. μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό- μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων. 9 [I 36]. Πετάλη Σιμαλίωυι. Εβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέ- φεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱμα- τίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις ἅποσα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδʼ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον, ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστε- ναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυ- τὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια x² (Vat. 2 Flor. ΠΔ) 2 ἄνπερ ὡς] ἂν ὥσπερ Δ | 3 ἔχαωσιν Π Δ, ἔχουσιν cet., ἐρῶσιν Nab. | 7 μιμήσωμαί Π Δ, μιμήσομαί cet. | 8 μέμψεις] τέρψεις Nauck., θρύῆψεις Pol. 10 οἰκίαν] post τρέφεσθαι hab. Π Δ | 13 χρυσίου] χρυσίων Vind. | 14 ἐν] del. Cob., ἔτι Nab. | 16 καὶ (ante αἱ)] del. Pol. | 19 ἰδοῦσα] ἰδοῦσαν Mein. | τὸν χρόνον τοῦτον conj. in cod. Pal. 132 [suprascr. τούτου], τοῦ χρόνου τούτου x² | 20 ἀρ- χαῖα] ἀραῖα vel ἀραχνιαῖα Reisk. | τρύχινα] τρίχινα Δ | περι- βαλλομένη] προβαλλομένη Δ, περιβαλομένη Mein. (ed.) αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ἦ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; . . . . . . μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἶον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς καθʼ ἡμέραν δίδαωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν διʼ ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις. 10 [I 37]. Μυρρίυη Νικίτππ τῃ. Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίλος, ἀλλʼ ἅπας x2 (Vat. 2 Flor. ΠΔ) 2 πόθεν] αὐτόθεν Cob. | 2—3 ἀλλά—μικρόν] post τὸ καλόν hab. Herch. (ed.) | 3 [τις] del. Hirsch. | 6 φιλεῖν—φής V alck., φιλεῖς—φής x2, φιλεῖς—φιλεῖς Vind. | 7—9 interr. et lac. sign. posuit Mein. (supplens μὴ οὖν τὸ λοιπὸν φοιτῶν παῥ ἡμᾶς ἐθελήσῃς εἰ), om. lac. sign. scripto (post Wagn.) κομιουμένοις; Herch. (ed.), τί οὖν οὐ ποτήρια ἦλθες ἀπὸ τῆς οἰκίας ἡμῖν—κομιούμενος; Arnald., verba μὴ—κομιουμένην; (ita rescribit) post ζήσειν in § 3 collocat Herm. | 10 ψῶτις Seil. (ed.), φιλότης x2 | [τοῖς] del. Vaga. (ed.), εὐμενεστέροις τοῖς Seil., del. εὐμενεστέροις—Χάριτες cl. III 8, 2 Mein. 13 ἔχω·⌋ ἔχω, ὃς Vagn. | 16 ἀνιάσεις] αἰτιάσει Herm. An αἰτίασαι? 18 τὸν νοῦν] fort. τὰ νῦν, cf. IV 5,2, 6, 3 | [ι] del. Bergl. ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμὰς καὶ κοι- μησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν- τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν x² Va. 2 Flor. ΠΔ) 4 καὶ τά γε] τά τε Vind. | 8 [Λύσιδος] del. Ald. | 12 θερα- παινίδων] θεραπαινιδίων cl. III 9, 2 Nab. | 16 [θη] del. Cob. | εἰ Mein., ἐὰν x2, quod ortum e praec. κἂν | 22 πειραθέν Δ, πειρασθέν cet. | 24 τῦφον Scil., τύφον x2 | 25 [εν] del. Mein. | 26 πιθανῶς] ἱκανῶς Vind. ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ. 11 [Ι 38]. Μενεκλείδης Εὐθυκλεῖ. Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴχε- ται, πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος, οὐχ οὗτος ἔσται 〈ὁ〉 χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκεί- νην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσι- x² (Vat. 2 Flor. Π Δ) 3 καιομένην] καομένην Herch. (ed.) | αὐτῷ Π Δ, αὐτῶν cet. | 7 καὶ ἀποσκήπτειν Ald., καὶ ἀποσκήψειν x², καὶ 〈δὴ καὶ〉 ἀποσκήπτειν vel κὰν ἀποσκήψειεν Mein., ante εἰς add. ἐνίοτε Cob., post ὄλεθρον add. ἔσθʼ ὅτε Pol. 13 τότε—πικροῦ Jacobs., τὸ τέλος οὐ πονηροῦ x², τὸ τέ- λος τοσοῦτο ἀνιαροῦ vel λυπηροῦ Gloss. Eichst., τότε τόσον πονηροῦ Abresch., ποτὲ τὸ τέλος αὖ πονηροῦ Arnald. | 14 〈ὁ〉 add. Seil. | 16 ἁμαρτάνοι] ἁμάρτοι Mein. (ed.) | 19 θρυλούμενον] θρυλλούμενον Π Δ τελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφʼ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθʼ ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρ- βαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλʼ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παῥ ἡμῶν γλίσχρως αὐτῇ πεμπο- μένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυ- χρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αίγύπτιον ἄμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ᾿ ὅτι γένοιτʼ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτʼ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὧ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με καὶ νῦν ὡς τότε. ἀλλʼ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίρος, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπο- x2 (Vat. 2 Flor. ΠΔ) 2 γάρ] del. Herw. | αἴτιαι ΠΔ, αἰτια cet. | 8 ἥκοντα Seil., ἄκοντα x2, κλάοντα Mein. (ed.), ἄγοντα Metr., ὀργῶντα Pol. | 9 χλανίσκιον ΠΔ, χλανίδιον cet. | 12 διωθεῖτο] διεω- θεῖτο Cob., sed vid. III 4, 4 | τί δαί; τὸν] τί δὲ τὸν Δ, τί λέξω τὸν Mein. | 14—16 [ὡς—ὑπήνεγκεν expunxi (εὐδαίμονος Bergl., εὐδαίμονα x2, pro ὑπήνεγκεν legit ἀπήνεγκεν Mein., ὑπήγαγεν Hirsch.) | 20 ψαύω] ψαύσω Reisk. | διαλέξομαι] διαλέγομαι Wagn. | 22 ἀπολαύσμασιν Mein. (ed., κολάσμασιν ΠΔ, κολαύμασιν cet., ἀκολαστάσμασιν Bergk., παλαίσμασιν Herm., κολακεύμασιν Herch. (ed.) λαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπʼ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπόντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαν- τίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλή- σασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσό- μενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥᾴων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλ- τατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο. 12 [fragm. 4] Λέαινα Φιλοδήμῳ. Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβε- βλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετʼ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα 〈 τῆς〉 γυναικός, αὐτοσανδα- ράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, x2 (Vat. 2 Flor. Π Δ) 4 ἐκάθισεν] ἐκάθιζεν Mein. (qni ἐπʼ — Πειθώ collocat post ἐνίδρυντο) | 5 ἀπαντα] ἱμάντα Fried. | ὑπέζωστο Mein., ὑπεζώ- σατο x2 | ὅλαις] αὐταῖς Reisk., ὁμοῦ Mein. (ed.) | 7 προπόσεις] om. προ ΠI Δ | 9 μέλουσα Π Δ, μέλουσα cet. | Χάρισι Herw., χάρισι x2 | 12 χλαμύδιον] χλανίδιον Vind. | 15 λαλεῖν] λέγειν Vind. | 22 〈τὴς〉 add. Mein. οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοι- δοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἄλυσιν — ἀξία γέ ἐστιν ἐν ἀλύσει διατελεῖν πλὴν οὐχὶ χρυσῇ — φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ〈ρ〉υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἄν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἀλύσεως καὶ τῶν περισκελ[λ] ίδων συγκερ . . .