6 [I 33]. θαῖς θεττάλῃ. Οὐκ ἄν ποτʼ ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα x² ( Vat. 2 Flor. ΠΔ) 1 πείθου Δ, πείθων Π, πείθων Flor. Vat. 2, πείθων, πεί- θου Dorvill. | 2 γένηταί] γένοιτό Nab. 4 εἴη] δοίη del. sq. virg. Valck. | 6 τῷ τοιούτῳ] τῶν τοι- ούτων FIor. | 8 Μυρρίνην—Φρύνην Seil. (ed.), Μυρρίνην— Μυρρίνην Flor. Vat. 2, Μυρρίνην—Μυρρίνην Π, Φούνην— Μυρρίνην Δ | 9 〈ε〉 add. Herch. (ed.) | βεβουλῆσθαι] βεβου- λεῦσθαι Vind. | 11 σοὶ scripsi, σοι x2 18 Εὐξίππην] Ζευξίππην Reisk. ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν, οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου, γινώσκεις τοῦτο καὶ σύ, ὅσον ἡμῖν διδόντος ἀργύριον, ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει, τὸ μειράκιον οὐ προσ- ιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστʼ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δʼ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν 〈οὖν〉  οὐδὲν ᾤμην ποιεῖν παράλογον κακῶς λέγουσάν με. Ἁλῷα δʼ ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετʼ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθʼ ἡμῖν προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέ- ρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχύ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλʼ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνέῶ δὲ τὴν Νέμεσιν. x² (Vat. 2 Flor. ΠΔ) 1 αὐτῇ] αὐτὴ Flor. Π | 4 ποτὲ] ποτὲ μὲν Vat. 2 ∠ | προσ- ιέμην Vind., προσήμην x2, προσείμην Cob., sed cf. IV 7, 3; 11, 4 | 8 [ἀλλὰ] delet suppleto 〈οὖν〉Hirsch.  | 10 παρῆμεν] παρʼ ἡμῖν ∠ | 11 Εὐξίππης] vid. § 1 | τὴν ἀγερωχίαν] om. Π ∠ | 13 ποιη- μάτια Nab., ποιήματα x2 | 17 εἶδεν Bergl., οἶδεν x² | 20 Εὐξίππῃ] vid. § 1 | 21 μή μέ τι Mein., μή μʼ ἔτι x2, μηκέτι Vind. | 22 ἐν] dei. Herch. ed.) | 23 οὐδὲ] οὐδʼ ἐν ∠ | ἐν] del. Herch. (ed.) 7 [Ι 34]. Θαῒς Εὐθυδήμῳ. Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας, σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδή- μ〈ε〉ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, 〈ἢ〉 οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλʼ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρ- πυλ〈λ〉ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον 〈ἔχειν〉. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθʼ ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον του- τονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκού- μενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφο- τέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, x² (Vat. 2 Flor. Π Δ) 5 〈ε〉 add. Mein. (ed.) | δὲ] om. Vat. 2 Flor. | 6 〈ἢ〉 add. Mein., οὐκ εἰδὼς Cob., 〈ἢ〉 οὐκ οἶσθα Herch. | 11 〈λ〉 add. Ald. | τῇ] τῆς Δ | 12 προσιέμην] προσείμην Cob. | περιβάλ- λουσα κοιμᾶσθαι] del. Mein. Malui supplere 〈ἔχειν〉 cum Seil. | 14 μεθʼ] καθʼ Π Δ | 17 λῆρος—ἐστι Cob., λῆρος— εἰσι Δ, λῆροι— εἰσι cet. (λῆρον Π) | 18 τῦφος Seil. (ed.), τύφος x2 | 20 πείθουσιν Vind., πείθειν x² | 22 post εὐσεβέστεραι add. αἳ deleta interp. Nab. ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· οὐδʼ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλʼ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφισ- τῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνει- ροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε — οὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι — καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ 〈τοῦ〉 Ἀυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο. x2 (Vat. 2 Flor. ΠΔ) 3 sqq. εἰ μὴ— ἠρεμεῖ (in § 6)] del. Herm. | 4 εἶεν] ἂν εἶεν vel εἰσιν Mein. | 6 παρὰ] 〈γὰρ〉 παρὰ Nab. | 8 τὸν] τὸ Bergl., sed cfrt Theocr. XVIII 11 Mein. | 12 πότερος] πότερον ΠΔ | ἀμείνους Vind., ἄμεινον x² | 14 κατάβαλλε] κατάβαλε Vind. | 17 ἑαυτοῦ] σαυτοῦ Vind. | 18 〈τοῦ〉 addidi cl. IV 17,7 | post πολλάκις lac. sign. posuit Mein., post οἷος Reisk., supplet εἴωθας Reisk., ἔφοιτας καί μοι παρεκάθησο Mein., ἐφοίτας vel ἧκες Pol. | ἵνα] ἵνα καὶ Vind. | 19 ἐπιδειξώμεθα] ἐπιδειξό- μεθα ΠΔ | καλὸν] del. Nab. | 20 ἡδονῆς. καὶ—σοφή] ἡδονῆς, καὶ— φανῶμεν σοφαί Nab., καὶ 〈ἵνα〉 — φανῶμαι σοφή, οὐ Boissevain