4 [Ι 31]. Βακχὶς Φρύνῃ. Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ x² (vat. 2 Flor. ΠΔ) 2 ante φιλτάτη add. ὦ Vind., sed omittitur saepius in lib. IV | 4 [Ὑπερίδην] del. Mein. (ed.) | 5 εὐτυχίαν] εὐτυ- χίας Vat. 2 Flor. | 7 οὖν Mein. (ed.), γὰρ x² | 8 στερούμενος] στερόμενος Cob. | 9 κινηθεὶς] del. Pol. | 10 ὑπερᾶραι Seil. (ed.), ὑπεράραι x² | 11 〈ε〉 add. Herch. (ed.) | 15 ἀπʼ Mein., διʼ x², παῤ Cob. | 16 μὴ δὴ] σὺ δὲ μηδὲ Reisk., μὴ προσδέ- χου—τὸ πολὺ χρυσίον, μηδὲ Nab. | 17 〈ε〉 add. Herch. (ed.) | 18 ποιήσης Δ et mrg. Π, πωλήσῃς cet. | 20 〈ἂν〉 add. Seil., οὐδʼ ἂν Mein. (ed.) ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία. 5 [I 32]. Βακχὶς Μυρρίνῃ. Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ, δέσποινα Ἀφροδίτη, ἀλλʼ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκατα- βιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θη- ρίφ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλʼ ἔοικας κνίσαι τὸν Ὑπερ〈ε〉ίδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἄχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παῤ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε- πρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις μεμίσησαι.