3 [I 30] Βακχὶς Ὑπερ〈ε〉ἱδῃ. Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια- σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος. Φ (usque ad IV 3) et x² (Vat. 2 Flor. ΠΔ) 1 τις Ald., τις ᾖ Π Δ, τις εἰ cet. | ἢ διαφορὰ] del. Hirsch. | 2 〈ε〉 add. Vind., Διφίλου Ald. 5 〈ε〉 add. Herch. (ed.) | 6 σοι] om. O. praeter Vat. 2 post ἑταῖραι hab. Vind. | 7 Φρύνη Π Δ, Φρύνης cet. | μόνης] μόνος Δ | 10 οὐ τυγχάνομεν] om. Plor. Vat. 2 | [αἱ] delevi, τυγχάνουσαι τοῖς διδοῦσιν Pol. | 12 μηδὲ Seil., μήτε x2, μηκέτι 〈μητε αὐτὰς〉 — μήτε Mein. | 15 〈ε〉 add. Herch. (ed.) | 〈κ〉 add. Herch. (ed.) | 17 περιεσώσω] περιεποιήσω Vind. | 20 〈σε〉 add. Ald. | ὅπῃ] ὅπου Cob. 4 [Ι 31]. Βακχὶς Φρύνῃ. Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ x² (vat. 2 Flor. ΠΔ) 2 ante φιλτάτη add. ὦ Vind., sed omittitur saepius in lib. IV | 4 [Ὑπερίδην] del. Mein. (ed.) | 5 εὐτυχίαν] εὐτυ- χίας Vat. 2 Flor. | 7 οὖν Mein. (ed.), γὰρ x² | 8 στερούμενος] στερόμενος Cob. | 9 κινηθεὶς] del. Pol. | 10 ὑπερᾶραι Seil. (ed.), ὑπεράραι x² | 11 〈ε〉 add. Herch. (ed.) | 15 ἀπʼ Mein., διʼ x², παῤ Cob. | 16 μὴ δὴ] σὺ δὲ μηδὲ Reisk., μὴ προσδέ- χου—τὸ πολὺ χρυσίον, μηδὲ Nab. | 17 〈ε〉 add. Herch. (ed.) | 18 ποιήσης Δ et mrg. Π, πωλήσῃς cet. | 20 〈ἂν〉 add. Seil., οὐδʼ ἂν Mein. (ed.) ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία. 5 [I 32]. Βακχὶς Μυρρίνῃ. Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ, δέσποινα Ἀφροδίτη, ἀλλʼ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκατα- βιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θη- ρίφ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλʼ ἔοικας κνίσαι τὸν Ὑπερ〈ε〉ίδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἄχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παῤ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε- πρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις μεμίσησαι. 6 [I 33]. θαῖς θεττάλῃ. Οὐκ ἄν ποτʼ ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα x² ( Vat. 2 Flor. ΠΔ) 1 πείθου Δ, πείθων Π, πείθων Flor. Vat. 2, πείθων, πεί- θου Dorvill. | 2 γένηταί] γένοιτό Nab. 4 εἴη] δοίη del. sq. virg. Valck. | 6 τῷ τοιούτῳ] τῶν τοι- ούτων FIor. | 8 Μυρρίνην—Φρύνην Seil. (ed.), Μυρρίνην— Μυρρίνην Flor. Vat. 2, Μυρρίνην—Μυρρίνην Π, Φούνην— Μυρρίνην Δ | 9 〈ε〉 add. Herch. (ed.) | βεβουλῆσθαι] βεβου- λεῦσθαι Vind. | 11 σοὶ scripsi, σοι x2 18 Εὐξίππην] Ζευξίππην Reisk. ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν, οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου, γινώσκεις τοῦτο καὶ σύ, ὅσον ἡμῖν διδόντος ἀργύριον, ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει, τὸ μειράκιον οὐ προσ- ιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστʼ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δʼ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν 〈οὖν〉  οὐδὲν ᾤμην ποιεῖν παράλογον κακῶς λέγουσάν με. Ἁλῷα δʼ ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετʼ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθʼ ἡμῖν προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέ- ρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχύ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλʼ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνέῶ δὲ τὴν Νέμεσιν. x² (Vat. 2 Flor. ΠΔ) 1 αὐτῇ] αὐτὴ Flor. Π | 4 ποτὲ] ποτὲ μὲν Vat. 2 ∠ | προσ- ιέμην Vind., προσήμην x2, προσείμην Cob., sed cf. IV 7, 3; 11, 4 | 8 [ἀλλὰ] delet suppleto 〈οὖν〉Hirsch.  | 10 παρῆμεν] παρʼ ἡμῖν ∠ | 11 Εὐξίππης] vid. § 1 | τὴν ἀγερωχίαν] om. Π ∠ | 13 ποιη- μάτια Nab., ποιήματα x2 | 17 εἶδεν Bergl., οἶδεν x² | 20 Εὐξίππῃ] vid. § 1 | 21 μή μέ τι Mein., μή μʼ ἔτι x2, μηκέτι Vind. | 22 ἐν] dei. Herch. ed.) | 23 οὐδὲ] οὐδʼ ἐν ∠ | ἐν] del. Herch. (ed.) 7 [Ι 34]. Θαῒς Εὐθυδήμῳ. Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας, σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδή- μ〈ε〉ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, 〈ἢ〉 οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλʼ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρ- πυλ〈λ〉ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον 〈ἔχειν〉. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθʼ ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον του- τονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκού- μενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφο- τέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, x² (Vat. 2 Flor. Π Δ) 5 〈ε〉 add. Mein. (ed.) | δὲ] om. Vat. 2 Flor. | 6 〈ἢ〉 add. Mein., οὐκ εἰδὼς Cob., 〈ἢ〉 οὐκ οἶσθα Herch. | 11 〈λ〉 add. Ald. | τῇ] τῆς Δ | 12 προσιέμην] προσείμην Cob. | περιβάλ- λουσα κοιμᾶσθαι] del. Mein. Malui supplere 〈ἔχειν〉 cum Seil. | 14 μεθʼ] καθʼ Π Δ | 17 λῆρος—ἐστι Cob., λῆρος— εἰσι Δ, λῆροι— εἰσι cet. (λῆρον Π) | 18 τῦφος Seil. (ed.), τύφος x2 | 20 πείθουσιν Vind., πείθειν x² | 22 post εὐσεβέστεραι add. αἳ deleta interp. Nab. ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· οὐδʼ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλʼ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφισ- τῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνει- ροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε — οὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι — καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ 〈τοῦ〉 Ἀυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο. x2 (Vat. 2 Flor. ΠΔ) 3 sqq. εἰ μὴ— ἠρεμεῖ (in § 6)] del. Herm. | 4 εἶεν] ἂν εἶεν vel εἰσιν Mein. | 6 παρὰ] 〈γὰρ〉 παρὰ Nab. | 8 τὸν] τὸ Bergl., sed cfrt Theocr. XVIII 11 Mein. | 12 πότερος] πότερον ΠΔ | ἀμείνους Vind., ἄμεινον x² | 14 κατάβαλλε] κατάβαλε Vind. | 17 ἑαυτοῦ] σαυτοῦ Vind. | 18 〈τοῦ〉 addidi cl. IV 17,7 | post πολλάκις lac. sign. posuit Mein., post οἷος Reisk., supplet εἴωθας Reisk., ἔφοιτας καί μοι παρεκάθησο Mein., ἐφοίτας vel ἧκες Pol. | ἵνα] ἵνα καὶ Vind. | 19 ἐπιδειξώμεθα] ἐπιδειξό- μεθα ΠΔ | καλὸν] del. Nab. | 20 ἡδονῆς. καὶ—σοφή] ἡδονῆς, καὶ— φανῶμεν σοφαί Nab., καὶ 〈ἵνα〉 — φανῶμαι σοφή, οὐ Boissevain