2 [I 29]. Γλυκέρα Βακχίδι. Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δʼ οὐκ ἐνῆν μὴ πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδʼ ὅπως αὐτὸν παρεγ- γυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδʼ ὅπως μή. βού- λομαι μὲν αὐτὸν σπουδασθῆναι ὑυπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη, οὐ 〈σὲ〉 τοσοῦτον — χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου — ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδʼ ἂν τῶν σκυθρωποτάτων τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδή- μησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δʼ οὐ παρὰ μικρὸν ἂν ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε Φ x² (Vat. 2 Flor. Π Δ) 2 ἡμῖν Bergl., ἡμῶν O | 4 [ς] del. Cob. Secunda persona hic non placet | 5 ἐστερῆσθαι Mein., ὑστερῆσαι O | 6 εἰωθότα ΠΔ, εἰωθότας cet., εἰωθότος Mein. (ed.) | 7 παρεγγυήσω] 〈σοι〉 παρεγγυήσω Reisk. | ἐπιδημεῖν scripsi, ἐπιδημήσειν x2, sed ita nunquam Alc. | 8 μή. βούλομαι μὲν (sublata plena interp. post ἀλλήλας) Boissevain, μή, βουλόμενον O | ὑπὸ] ἐπὶ Flor. Vat. 2 | 9 οἶδε Cob., οἶδα O | 11 〈σὲ〉 add. Ald. | 14 sq. οὐκ] del. Mein., pro sq. οὐ scrib. καὶ Bergl., ἀπωθοῦμαι pro πείθομαι Pol. | 15 ἀποδήμησιν] ἀποδήμην Δ, ἀποδημίαν Ald. | 17 ὑπο- ψίας] ὑπεροψίας Vat. 2 Flor. | 18—19 ἂν ἡγοίμην Seil., ἡγού- μην O, ἡγοῦμαι Ald. | 19sqq. ἄλλως—λοιδορεῖσθαι] ante ἐγὼ (vrs. 18) collocat Pol. κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ〈ε〉 ι- δύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δʼ ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἄρρωσο. 3 [I 30] Βακχὶς Ὑπερ〈ε〉ἱδῃ. Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια- σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος. Φ (usque ad IV 3) et x² (Vat. 2 Flor. ΠΔ) 1 τις Ald., τις ᾖ Π Δ, τις εἰ cet. | ἢ διαφορὰ] del. Hirsch. | 2 〈ε〉 add. Vind., Διφίλου Ald. 5 〈ε〉 add. Herch. (ed.) | 6 σοι] om. O. praeter Vat. 2 post ἑταῖραι hab. Vind. | 7 Φρύνη Π Δ, Φρύνης cet. | μόνης] μόνος Δ | 10 οὐ τυγχάνομεν] om. Plor. Vat. 2 | [αἱ] delevi, τυγχάνουσαι τοῖς διδοῦσιν Pol. | 12 μηδὲ Seil., μήτε x2, μηκέτι 〈μητε αὐτὰς〉 — μήτε Mein. | 15 〈ε〉 add. Herch. (ed.) | 〈κ〉 add. Herch. (ed.) | 17 περιεσώσω] περιεποιήσω Vind. | 20 〈σε〉 add. Ald. | ὅπῃ] ὅπου Cob.