10 [I 37]. Μυρρίυη Νικίτππ τῃ. Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίλος, ἀλλʼ ἅπας x2 (Vat. 2 Flor. ΠΔ) 2 πόθεν] αὐτόθεν Cob. | 2—3 ἀλλά—μικρόν] post τὸ καλόν hab. Herch. (ed.) | 3 [τις] del. Hirsch. | 6 φιλεῖν—φής V alck., φιλεῖς—φής x2, φιλεῖς—φιλεῖς Vind. | 7—9 interr. et lac. sign. posuit Mein. (supplens μὴ οὖν τὸ λοιπὸν φοιτῶν παῥ ἡμᾶς ἐθελήσῃς εἰ), om. lac. sign. scripto (post Wagn.) κομιουμένοις; Herch. (ed.), τί οὖν οὐ ποτήρια ἦλθες ἀπὸ τῆς οἰκίας ἡμῖν—κομιούμενος; Arnald., verba μὴ—κομιουμένην; (ita rescribit) post ζήσειν in § 3 collocat Herm. | 10 ψῶτις Seil. (ed.), φιλότης x2 | [τοῖς] del. Vaga. (ed.), εὐμενεστέροις τοῖς Seil., del. εὐμενεστέροις—Χάριτες cl. III 8, 2 Mein. 13 ἔχω·⌋ ἔχω, ὃς Vagn. | 16 ἀνιάσεις] αἰτιάσει Herm. An αἰτίασαι? 18 τὸν νοῦν] fort. τὰ νῦν, cf. IV 5,2, 6, 3 | [ι] del. Bergl. ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμὰς καὶ κοι- μησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν- τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν x² Va. 2 Flor. ΠΔ) 4 καὶ τά γε] τά τε Vind. | 8 [Λύσιδος] del. Ald. | 12 θερα- παινίδων] θεραπαινιδίων cl. III 9, 2 Nab. | 16 [θη] del. Cob. | εἰ Mein., ἐὰν x2, quod ortum e praec. κἂν | 22 πειραθέν Δ, πειρασθέν cet. | 24 τῦφον Scil., τύφον x2 | 25 [εν] del. Mein. | 26 πιθανῶς] ἱκανῶς Vind. ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ. 11 [Ι 38]. Μενεκλείδης Εὐθυκλεῖ. Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴχε- ται, πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος, οὐχ οὗτος ἔσται 〈ὁ〉 χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκεί- νην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσι- x² (Vat. 2 Flor. Π Δ) 3 καιομένην] καομένην Herch. (ed.) | αὐτῷ Π Δ, αὐτῶν cet. | 7 καὶ ἀποσκήπτειν Ald., καὶ ἀποσκήψειν x², καὶ 〈δὴ καὶ〉 ἀποσκήπτειν vel κὰν ἀποσκήψειεν Mein., ante εἰς add. ἐνίοτε Cob., post ὄλεθρον add. ἔσθʼ ὅτε Pol. 13 τότε—πικροῦ Jacobs., τὸ τέλος οὐ πονηροῦ x², τὸ τέ- λος τοσοῦτο ἀνιαροῦ vel λυπηροῦ Gloss. Eichst., τότε τόσον πονηροῦ Abresch., ποτὲ τὸ τέλος αὖ πονηροῦ Arnald. | 14 〈ὁ〉 add. Seil. | 16 ἁμαρτάνοι] ἁμάρτοι Mein. (ed.) | 19 θρυλούμενον] θρυλλούμενον Π Δ τελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφʼ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθʼ ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρ- βαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλʼ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παῥ ἡμῶν γλίσχρως αὐτῇ πεμπο- μένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυ- χρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αίγύπτιον ἄμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ᾿ ὅτι γένοιτʼ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτʼ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὧ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με καὶ νῦν ὡς τότε. ἀλλʼ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίρος, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπο- x2 (Vat. 2 Flor. ΠΔ) 2 γάρ] del. Herw. | αἴτιαι ΠΔ, αἰτια cet. | 8 ἥκοντα Seil., ἄκοντα x2, κλάοντα Mein. (ed.), ἄγοντα Metr., ὀργῶντα Pol. | 9 χλανίσκιον ΠΔ, χλανίδιον cet. | 12 διωθεῖτο] διεω- θεῖτο Cob., sed vid. III 4, 4 | τί δαί; τὸν] τί δὲ τὸν Δ, τί λέξω τὸν Mein. | 14—16 [ὡς—ὑπήνεγκεν expunxi (εὐδαίμονος Bergl., εὐδαίμονα x2, pro ὑπήνεγκεν legit ἀπήνεγκεν Mein., ὑπήγαγεν Hirsch.) | 20 ψαύω] ψαύσω Reisk. | διαλέξομαι] διαλέγομαι Wagn. | 22 ἀπολαύσμασιν Mein. (ed., κολάσμασιν ΠΔ, κολαύμασιν cet., ἀκολαστάσμασιν Bergk., παλαίσμασιν Herm., κολακεύμασιν Herch. (ed.) λαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπʼ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπόντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαν- τίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλή- σασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσό- μενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥᾴων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλ- τατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.