39 [ΙΙΙ 41]. Δρυάδης Μηλίῳ. Ἔπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· ὅσα γὰρ ψώρας ὑπόπλεα, ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρῆσθαι ἐς ὅ τι ἂν θέλῃ, πρὶν φθάσαι διαφθαρῆναι παντελῶς ὑπὸ τῆς νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν ἐσθήματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ, τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώ- ματα, τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς], ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καται- σχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θερα- πεύουσαι κόσμῳ βίου καὶ σωφροσύνη σχολάζουσιν. Β 4 φρονεῖν] ἀφρονεῖν Reisk., φροντίζειν Mein. (ed.), del. ἀπὸ τοῦ φροντίζειν Herch. (ed.) | εἶναι] del. Cob. | ἀπέλιπον] κατέλιπον Herch. (ed.) 5 Μηλίῳ Seil., Μηλίωνι Β, Μηλιάδι Bergl., Μηλιόνῃ Mein. (ed.), Μηλινόῃ Herch. (ed.) Vid. ΙΙ 14 inscr. | 8 ἐς] del. Cob. | 9 φθάσαι] del. Cob. | 16 [ἡ παῖς] del. Cob. | 21 σωφρο- σύνῃ Bergl. (ed.), σωφροσύνης Β LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ. 1 [ΙΙΙ 4]. Ἑκτοδιώκτης Λοπαδεκθάμβῳ. Ὁ γνώμων οὔπω σκιάζει τὴν ἕκτην, ἐγὼ δὲ ἀπο- σκλῆναι κινδυνεύω τῷ λιμῷ κεντούμενος. εἶεν, ὥρα σοι βουλεύματος, Λοπαδέκθαμβε, μᾶλλον δὲ μοχλοῦ καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβα- λοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον δυνήσεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βού- x (Harl. Ven.) Neap.ª N x1 (Γ Vat. 1) 1 Ἑκτοδιώκτης] pro Τρεχέδειπνος huc reduxi ex inscr. ep. sq. (cf. § 2) | Λοπαδεκθάμβῳ] Λοπαδεχθάμβῳ Ν x1. Om. inscr. Neap.ª, sed vid. § 1 | 2 ἀποσκλῆναι Ν x1, ἀπεσκληκέναι cet. Cf. ΙΙΙ 3, 2 et Εust. 1295, 39 | 3 κεντούμενος] del. Cob. | 4 σοι] τοι Arnald., μοι Mein. (ed.), om. Herch. (ed.) | Λοπαδέκθαμβε] Λοπαδέχθαμβε Ν x1 | 5 [ἀπάγξασθαι] del. Herel. | 5 sqq. εἰ γὰρ ἢ— ἢ— ἔσται Seil., εἰ γὰρ— ἢ—καὶ ἔσται x Νeap.ª, εἰ γὰρ καὶ — ἢ— ἔσται cet., εἰ γὰρ καὶ— ἢ— καὶ ἔσται Mein. (ed.), εἰ γὰρ — ἢ—ἔσται Herch. (ed.), εἰ γὰρ καὶ—εἰ 〈δὲ〉—ναὶ ἔσται Mein.(mox tamen delens Λοπαδέκθαμβε —ἀπάγξασθαι et ἢ— ἢ), εἰ ἄρα καὶ— ἢ τόν 〈γε〉—καὶ ἔσται Herm. λευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεο- χάρους εὐταξίαν δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδα- γωγῷ βαρεῖ καὶ ὡφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον, ἀλλ᾿ οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι. 2 [ΙΙΙ 5]. Τρεχέδειπνος Μαυδυλοκολάπτῃ. Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμ- βαλών μοι κατὰ τύχην χρηστῶς ἠσπάσατο καὶ κατε- μέμφετο ὅτι μὴ θαμίζοιμι παρ᾿ αὐτόν. καὶ μικρὰ προσ- παίξας ‘ἴθι πρὸς Διός’· εἶπεν ‘ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν x (Hαrl.. Ven.) Neapr.ª N x1 (Γ Vat. 1) 1 σοι] om. Νeapr.ª | 2 Θεοχάρης] Θεοχάρις Νeapr.ª, Θεόχα- ρις x1 | 3 οἰκέτην] ἱκέτην Νeapr.ª, οἰκεῖον x1 | φράσαι] φθάσαι Nesp.ª | 5 κατασοφίσασθαι καὶ παραλογίσασθαι] ord. inv. x, del. καὶ παραλογίσασθαι Mein. (ed.) | τοῦ Θεοχάρους] om. τοῦ N, τοῦ Θεοχάριδος x1 | 7 νεώτερον] ἠπιώτερον Metr. | 8 οἷα— Ἀπόληξις (ita Hemst. pro Ἀποληξίας)] om. x Νeapr.ª | τοὺς τρόπους Hirsch., τοῖς τρόποις Ο | 9 post ὥρας add. ἢ ἐκεῖνοι Ν x1, ἢ ἐκείνης Bergl. (ed.) | 10 ἐμπίπλασθαι] τοῦ πίμπλασθαι N x1, τοὐμπίπλασθαι Bergl. | hic add. ἔρρωσο N x1, Vid. ad I 17,8 11 Τρεχέδειπνος] vid. ΙΙΙ1 inscr. | Μανδυλοκολάπτῃ] Mαν- δυλικολάπτῃ x, Μανδιλοκολάπτῃ Ν, Μανδιλοκλέπτῃ Reisk., Μαινιδοκολάπτῃ vel Σκανδικοκολάπτῃ Gloss. Eichst., Μαν- δυοκλέπτρ vel κανδυλοκολάπτῃ Seil., Μανδηλοκολάπτῃ Mein., Mαγδαλιοκάπτῃ Herch. (ed.) | 12 Ἐτεοβουτάδης] Ἐτεροβουτά- δης Ven., Ἐτεοβουτάδου Ν | 13 χρηστῶς] ὁ χρυσοῦς vel ὁ χρηστὸς Μein. An οὐ κατὰ τύχην χρηστὴν? ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάν- τως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχί- της καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα.᾿ καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παῤ ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρε- ποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκει- μένην] ἔχουσα, πλήρη τὴν κακ〈κ〉άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος κατα- χέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν. 3 [ΙΙΙ 6]. Ἀρτεπίθυμος Κνισοζώμῳ. Ἀγχόνης μοι δεῖ, καὶ ὄψει με οὐ μετὰ μακρὸν ἐν x (Harl. Ven.) Neap.ª Ν x1 Vat. 1) 1 ἐπιεικῶς] ἐπιεικὸς Ven. | πάντως Nesp,ª πάντως ὡς cet., ὡς πάντως Reisk. | 2 ἄπωθεν Γ, ἄποθεν cet. | λεωκορίου] νεωκορίου Ν x1 | 3 [τε] del. Bergl. (ed.) | ηὐτρέπισται Bergl. (ed.), ηὐτρέπιστο Ο | γεννικὸν] γεννικὸς Neap.ª | ἰχθὺς τεμαχί- της] ἰχθύες τεμμαχίται (sic) Ν x1, idem sed τεμαχῖται Seil. | 5 ἄν] om. x | 6 παρὰ] περὶ Vat. 1 | καὶ φράσας] om. Neap.ª | 7 καλοῖτο] καλεῖτο Ven, καλεῖται Mein. (ed.) | ἐδέησα] requirit (vix recte) ὀλίγου vel μικροῦ Bergl., idem supplens ante sq. ἐδέησε | 9 περὶ] πρὸς Ν x1 | ἀποδόσεις] ἀποδώσεις Harl., ἀντι- δόσεις Ν x1 | [ἐγκειμένην] del. Hemst. | 10 ἔχουσα] ἔχουσαν Neap.ª | 〈κ〉 add. Herch. (ed.) | ἀποσπάσασα] ἀνασπάσασα Ν x1 | 11 βρέγματος] βρέχματος Vat. 1 | 12 τοῦ] om. Bergl. (ed.) 16 Κνισοζώμῳ] Κνιζοζώμῳ x, Κνισσόζῳ Reisk. | 17 καὶ] ἢ Γ | μακρὸν Reisk., μικρὸν Ο, del. οὐ Βergl., in σὺ mutat βρόχῳ τὸν τράχηλον ἔχοντα. οὔτε γὰρ τὰ ῥαπίσματα οἷός τέ εἰμι φέρειν καὶ τὴν ἄλλην παροινίαν τῶν κά- κιστ᾿ ἀπολουμένων ἐρανιστῶν, οὔτε τῆς μιαρᾶς καὶ ἀδηφάγου γαστρὸς κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ, καὶ οὐ πρὸς κόρον μόνον ἀλλ᾿ εἰς τρυφήν· τὸ πρόσωπον δὲ τὰς ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται, καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον συσταλῆναι ὑπὸ τῶν ῥαπισμά- των ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν, οἷα ὑπομένειν ἡμᾶς ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς τραπέζης ἀπολαύσας ἀποπτύσαι τὸ ζῆν, κρείττονα ὀδυνηροῦ βίου τὸν καθ᾿ ἡδονὴν θάνατον ἡγησράμενος. 4 [ΙΙΙ 7]. Ἑτοιμόκοσσος Ζωμεκπνέοντι. Ἰατταταιάξ, τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ᾿ ἐν ἀκαρεῖ μέλλοντα παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], 〈τοῖς〉 μαθηταῖς ἐπέταττεν φοράδην x (Harl. Ven.) Neapr.ª N x1 (Γ Vat. 1) Mein. | τὰ— φέρειν] οἷός τέ εἰμι τὰ ῥαπίσματα om. φέρειν Νeap.ª | 2 καὶ] om. Neapr.ª | 4 ἀδηφάγου Γ, ἀδδηφάγου cet. | 7 τὸν] om. Ο praeter Γ | συσταλῆναι] συσκλῆναι Reisk., στα- λάων εἶναι Metr. | 8 ἐνοχλούμενος] del. Cob. | 9 παμβορωτάτη] πάμβορος Vat. 1 | 11 κρείττονα ὀδυνηροῦ βίου] ὀδυνηροῦ βίου κρείττονα Ν, idem sed κρείττω x1 13 Ετοιμόκοσσος] Ἑτοιμόκροσσος Vat. 1, Ἐτοιμόκορος Βergl. (ed.) | 15 μ᾿ ἐν ἀκαρεῖ Cob., με ἀκαρεῖ Harl, με ἀκαρῆ cet. | 17 Ἀκεσίλαος] Ἀγεσίλαος Neap.ª | 18 αὐτόνεκρον Mein. (ed.), αὐτονεκρὸν 0 | 19 [ ἔνα τῶν κάτω] del. Arnald., defend. cl. Plat. Conv. 185 cd Beaud. | 〈τοῖς〉 add. Herch. (ed) ἀνελεῖν, 〈καὶ〉 ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθή- τῳ με τῶ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] 〈οἱ〉 λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν. ἀναγκάζοντες. ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρ- ώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλή- ρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ᾿ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κιν- x (Harl. Ven.) Neap.ª N x1 (Γ Vat. 1) 1 ἀνελεῖν Bergl., ἀνελών Ο | 〈καὶ〉 add. Bergl. (qui ἐπέταττεν ἀνελεῖν, καὶ φοράδην) | ἀπερᾶν—ἔπειτα] om. x1 2 ἐπηνάγκασεν Mein. (ed.), ἀπηνάγκασεν Ο, ἠνάγκασεν Wyt- tenb. | ῥυῆναι φλέβα διατεμὼν] διατεμὼν φλέβα ῥυῆναι N x1 3 οὐδὲν] οὐδὲ Ven. | 4 διαφθαρέντα] post ἀπολωλέναι hab. x 5 inducta delet addito 〈οἱ〉 Βergl., del. praeterea alterum οἷα Cob., οἷα γὰρ οἷα οὐκ ἀνασχετὰ δὴ ἐκεῖνοι οἱ Jacobs., οἷα γὰρ οἷα πάσχειν οἱ Νικίαι Reisk. | λακκόπλουτοι] λακκόπλου- τον x | εἰργάσαντο] εἰργάσατο Ven. Νeap.ª | 6 ἄλλος] ἄλλο Ven. 7 κύτος] κῦτος N x1 | 8 ἐνέσαττεν Harl., ἐνέσταττεν Ven., ἐνέσαττεν Vat. 1, ἐνέταττεν cet. | κόπαιον Ν x1, κώπαιον cet., κόπανον Bergl., πόπανον Reisk. | παρώθει] παρεώθει Cob., at cf. ΙΙΙ 19, 9 (οὔρει), IV 11,4 | 10 κερασάμενος Seil., ἐργασάμενος Ο, ὀργασάμενος Mein. (ed.) | 11 αὐτίκα] ἅτινα Νx1 | πι- θάκνας] πιθάκνα Ν, πιθαίκας Vat. 1, πιθάκνια Seil. | ἐμῶν] ἐκημεκὼς Nx1 | 12 ποῦ] πῶς Herch. (ed.) | 13 ἐχώρησα— φορυτόν Bergl., ἐχώρησε τοσούτων βρωμάτων φορυτόν Ven. Neap.ª, idem sed φορυτός Harl., ἐχώρησε τοσοῦτον ὁ τῶν βρω- μάτοων φορυτόν N, idem sed φορυτός Γ, ἐχώρησε τοσοῦτον τὸ σῶμα βρωμάτων φορυτὸν Vat. 1, add. κώρυκος Reisk., ὁ στό- μαχος Seil. δύνου φανερῶς ἐξείλοντο, ἐπ᾿ ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύ- οντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.