29 [III 73]. Κωμαρχίδης Εὐχαίτῃ. Ἡ ὗς ἡ πρῴην ἐπίτεξ εἶναι νομιζομένη ἀρτίως τέτοκε, καὶ ἔχω δελφάκων ἀφθονίαν· γρύζουσι δὲ μάλʼ ἀηδές, ἀλλʼ ἐδώδιμοι. μεταδίδωμι δῆτα καὶ σοὶ δύο τούτων ἔχειν. οὔτε γὰρ πάντας οἷός τέ εἰμι τρέφειν τῶν κριθῶν ὀλίγων οὐσῶν καὶ ἄμα τοῖς φίλοις κοι- νωνεῖν τούς ἐν περιουσίαις ὄντας ἀγροικικῇ πρέπον ἐπιεικείᾳ, οἵους ἡμᾶς ἡ φιλτάτη γῆ ἀπλοϊκοὺς καὶ φιλ- ἀλλήλους τούς ἑαυτῆς τροφίμους ἀνεθρέψατο. 30 [III 32]. Σκοσπιάδης Κοτί〈ν〉ωνι. Βάλλ᾿ ἐς μακαρίαν, οἷον κακόν ἐστιν, ὦ Κοτί〈ν〉ων, ἡ μέθη. ἐμπεσὼν γάρ εἰς συμπόσιον κακοδαιμόνων ἀνθρώπων — οἰνόφλυγες δὲ πάντες ἦσαν, καὶ οὐδεὶς B x (Harl. Ven.) et [praeter II 29| x1 (Γ Vat. 1) 1 ἀρχομένης] ἀρχομένω Γ | 2 τἀκεῖθι scripsi, κἀκεῖθι B, κακεῖν x, κἀκεῖ x1, τἀκεῖ Cob. | 〈τερο〉 add. Hirsch., mavult pro ἢ scribere εἰ μὴ Boissevain 5 πρώην] παρʼ ἐμοὶ x | ἐπίτεξ εἶναι νομιζομένη] om. x 7 ἀλλʼ ἐδώδιμοι Cob., ἀλλʼ ἐδώδιμον O, del. Herch. (ed.) 9 κριθῶν — οὐσῶν Bast., κριθίων—οὐσῶν O, κριθιῶν ὄντων Schäfer. | 10 ἐν περιουσίαις] περιουσία (om. ἐν) Harl., περιου- σίους Ven. | 12 ἑαυτῆς] ἑαυτῇ x 13 Σκοπιάδης] Σκορπιάδης x, Κοπιάδης Seil., Σκορδιάδης Herch. (ed.) | 〈ν〉 addidi cl. II 12 inscr., in Urb. 110 errore est Σκοτίωνι | 14 βάλλʼ B, βάλʼ cet. | 〈ν〉 vid. inscr. | 16 οἰνό- φλυγες] οἰνοφλυγεῖς B | δὲ] om. B x τὸ μέτρῳ πίνειν ἔστεργε — συνεχῶς δὴ περιφερομένης τῆς κύλικος — ἦν 〈γὰρ〉 τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτούς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν — πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῶ βαστάσας οἶδα, τρί- την ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω. 31 [III 33]. Ἄνθυλλα Κορίσκῳ. Ἔσικε καὶ τὰ νάματα εἰς τὸ ἄνω ῥυήσεσθαι, εἴ γε οὕτως, ὦ Κορίσκε, ἀφηλικέστερος γεγονώς, ὅτε ἤδη [λοιπὸν] ὑιδοῦς καὶ θυγατριδοῦς ἔχομεν, ἐρᾷς κιθαρῳδοῦ γυναικὸς κἀμὲ κνίζεις ἄχρι τοῦ καὶ αὐτὴν ἐκρινῆσαι τὴν καρδίαν. ἐγὼ μὲν γὰρ ἀτιμάζομαι τρια- κοστὸν ἔτος ἤδη συνοῦσά σοι, Παρθένιον δὲ 〈ἡ〉 ἱππό- B et [usque ad II 31] x (Hart. Ven) x1 (Γ Vat. 1) 1 τὸ μέτρῳ Cob., τῷ μέτρφ τὸ 0 | πίνειν] πιεῖν Harl. | 2sq. 〈γὰρ〉 add. Herm., ἧν—τούπιτίμιον B, ἣν τοῖς ἀρνουμέ- νοις ἐπέχεον cet. | [ἔδει γὰρ αὐτοὺς] expunxi | εἰς l κπὶ εἰς x1. Proposuit ἣν—ἐπέχεον, ἦν αὐτοῖς τοὐπιτίμιον κ. τ. λ. Bergl., ἦν—τούπιτίμιον δεῖν αὐτοὺς καὶ εἰς Valck., ἦν 〈γάρ〉—〈τοῦτο〉 τοὐπιτίμιον· ἔδει κ. τ. λ. G. Herm annus, idem omisso γὰρ Seil. (ed.), del. ἦν—τοὐπιτίμιον Herm., del. συνεχῶς—τοῦπι- τίμιον et αὐτοὺς Herch. (ed.) | 3 post ἑστιᾶν add. εἴ τις ἠρνεῖτο τὴν κύαθον B | πιὼν—βαστάσας] om. xx1 | 4 οὔπω πρότερον] οὐπώποτε Nab. | 4—6 οἶδα—ἀπερυγγάνω B, οἷδα δʼ ἐγὼ τρί- την ταύτην ἡμέραν καρηβαρῶν—ἀπερυγγάνων cet. (post τρίτην add. ἔχων Hart., idem omisso δʼ Berrgl. (ed.), idem omisso δʼ et addito ἔχω καὶ post ἡμέραν Sei1. (ed.), οἶδα τρίτην ταύ- την ἔχω ἡμέραν καρηβαρῶν—ἀπερυγγάνων vel ἔχω 〈κακῶς〉 Jacobs., del. ἔχω καὶ Herch. (ed), ἄγω pro ἔχω scribit Meis. 8 τὸ Pol. (qui τἄνω), τὰ O | 9 ante οὕτως add. σὸ Cob. | ἀφηλικέστερος Βergl., ἀφηλικέστερον B | 10 [λοιπὸν] del. Cob. | ὑϊδοῦς Pierson., υἱοὺς B, ὑϊδεῖς vel υἱωνοὺς Reisk. | θυγα- τριδοῦς Seil., θυγατριδοὺς B | 13 Παρθένιον Toup., παρθε- νίαν B, σοι παρθενίῳ· ἡ δὲ Reisk. | 〈ἡ〉 add. Toup. πορνος μεθʼ ὑποκορισμῶν ἐκθεραπεύεται ὅλον σε αὐ- τοῖς ἀγροῖς καταπιοῦσα. γελῶσι δὲ οἱ νέοι, καὶ σὺ τοῦ γέλωτος ἀναισθήτως ἔχεις. ὦ γῆρας ἐταίρας παίγνιον. 32 [III 34] Γνάθωυ Καλλικομίδῃ. Τίμωνα οἷσθα, ὦ Καλλικομίδη, τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα, ὃς ἐκ πλουσίου, σπαθήσας τὴν οὐσίαν εἰς ἡμὰς τούς παρασίτους καὶ τὰς ἑταίρας, εἰς ἀπορίαν συνηλάθη, εἶτʼ ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο καὶ τὴν Ἀπημάντου ἐμιμήσατο στύγα. καταλαβὼν γὰρ τὴν ἐσχατιὰν ταῖς βώλοις τούς παριόντας βάλλει, προ- μηθούμενος μηδένα αὐτῶ καθάπαξ ἀνθρώπων ἐντυγχά- νειν. οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. οἱ λοιποὶ δὲ τῶν Ἀθήνησι νεοπλούτων Φείδωνός εἰσι καὶ Γνί- φωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέχου δὴ οὖν με μισθωτὸν κατʼ ἀγρόν, πάντα ὑπομένειν ἀνεχόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρω- τον ἐμπλῆσαι γαστέρα. 1 σε αὐτοῖς Bergl., σεαυτὸν B | 2 καταπιοῦσα] καταπίνουσα 4 Γνάθων Bergl., Γνάδων Β | Καλλικομίδῃ Herch. (ed), Καλλικωμίδῃ B. Cf. Εὐχαίτης II 29 inscr. | 5 Καλλικομίδη] vid. inscr. | 9 Ἀπημάντου Bergl., ἀπήμαντον Β | 11 μηδένα—ἀν- θρώπων] μηδενὶ [αὑτῷ] ἀνθρώπων καθάπαξ Cob. | 12 λοιποὶ δὲ] δὲ λοιποὶ Bergl. (ed.) | 13 νεοπλούτων Hemst., μεσοπλού- των B, λακκοπλούτων Hirsch. | Φείδωνός—Γνίφωνος Gob., Φείδωνές—Γνίφωνοες Β | 15 δὴ] δὲ Bergl. (ed.) | 16 ὑπομέ- νειν] del. Herch. (ed.) | ἀνεχόμενον] ἀνεξόμενον Mein. (ed.), ἂν δεχόμενον Herw., ἂν ἑλόμενον Pol. 33 [III 35]. Θαλλίσκος Πετραίῳ. Αὐχμὸς τὰ νῦν· οὐδαμοῦ νέφος ὑπὲρ γῆς αἴρεται· δεῖ δὲ ἐπομβρίας. διψῆν γὰρ τὰς ἀρούρας αὐτὸ τὸ κατάξηρον τῆς βώλου δείκνυσι. μάταια ἡμῖν, ὡς ἔοικε, καὶ ἀνήκοα τέθυται τῷ Ὑετίῳ, καίτοι γε ἐξ ἁμίλλης ἐκαλλιερήσαμεν πάντες οἱ τῆς κώμης οἰκήτορες, καὶ ὡς ἕκαστος δυνάμεως ἢ περιουσίας 〈εἶχε〉 συνεισηνέγκα- μεν, ὁ μὲν κριὸν ὁ δὲ τράγον ὁ δὲ κάπρον, ὁ πένης πόπανον ὁ δὲ ἔτι πενέστερος λιβανωτοῦ χόνδρους [εὖ μάλα εὐρωτιῶντας], ταῦρον δὲ οὐδείς· οὐ γὰρ εὐπορία βοσκημάτων ἡμῖν τὴν λεπτόγεων τῆς Ἀττικῆς κατοι- κοῦσιν. ἀλλʼ οὐδὲν ὄφελος τῶν δαπανημάτων· ἔοικε γὰρ πρὸς ἑτέροις ἔθνεσιν ὁ Ζεὺς ἄν τῶν τῇδε ἀμελεῖν.