19 [III 22]. Πολύαλσος Εὐσταφύλῳ. Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεάδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλʼ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βό- τρυς, ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο — ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβου- λευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγού- μένος, καὶ πολλούς ἥδη διὰ σκαιότητα τρόπου καὶ B x (Harl. Ven) x1 (Γ Vat. 1) 1 καλλιστεύουσαν B, καλλίστην cet. | 1—2 ἁρπάσας—αἶγα καὶ] om. Ven. | 3 ἀπολείβω] ἀποθλίβω B | 4 τούτων] καὶ τούτων Hart. | μάθοι] μάθοι Harl., μάθῃ | 5 δὲ] om. x κ1 | 6 ἀνήσει πάντα μηχανώμενος B, ὄνησιν μηχοανώμενος cet. | παρὰ] περὶ Ven. 8 Πολύαλσος] Πολύαλγος Seil. | 9 μιαρὰτ] μικρὰς x Γ, τὴν μιαρὰν ἀλώπεκα et ἐπολέμει—ἔκαπτεν (vid. infra) — ἀπέτεμνε cl. § 2 Herch. | 10 τῆς σκανδάλης B, τῆς σκανδάλας cet., τῆς σκαν- δαλήθρας Hemst., τοῦ σκανδάλου Herch. (ed.) | ἀπαρτήσας B, ἐφάψας x, ἀψάφας cet. | 11 τὰς σταψυλάς] ταῖς σταψυλαῖς Reisk. | ῥᾶγας Seil. (ed.), ῥάγας O | ἔκοπτον] ἔκαπτον Cob., sed cf. ἐπολέμουν et ἀπέτεμνον | 12 ἀπέτεμνον] ἀπέτεμον x | 14 post δριμὺς add. καὶ Herch. (ed.) | γνωμίδια] γνωμίδας Vat. 1 | προ- βουλευμάτια] del. προ Herw. | 15 ἐπὶ τῆς Πνυκὸς] om. x, ἐπὶ τῆς Πυκνὸς Cob. | Ἀθηναίοις B, πρὸς Ἀθηναίους cet. | 16 καὶ (ante πολλοὺς)] om. B x. Fort. igitur δριμὺς 〈ὅς〉,—εἰσηγούμενος, πολλοὺς—ἤγαγεν δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών — δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου 〈τοῦ〉 δεσπό- του ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλʼ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον, ὃ 〈ἐ〉τρέψομεν ἄθυρμα τῇ δε- σποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιού- των συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ 〈τὸ〉 παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι. 20 [ΙΙΙ 23]. Θαλλὸς Πιτυΐσκῳ. Πάντα φιλῶ τρυγᾶν — ἔστι γὰρ τὸ καρπῶν ἀπο- δρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος — ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἔχων οὖν, σίμβλους ὑπὸ τῇ πέτρᾳ Β x (Harl. Ven.) x1 (Γ Vat. 1) 1 ἀγαγών] ἀπαγαγών Cob. | 2 καὶ] διὰ Herw. | 〈τοῦ〉 add. Seil. | 3 κλέπτιν] κλέπτην Vat. 1, κλεπτιστάτην Bergl., sed cfrt Arcad. 35, 6 Pol. | 4 ante παραδοῦναι suppl. αὐτῷ vel θανάτω Herw. | Πλαγγὼν Γ, Πλαγγῶν Β, Πλάγγων cet., Κλαγγὼν Seil. | 5 〈ἐ〉 add. Herw. | 6 προσηνές] del. Metr. credens adscr. fuisse προσσαῖνον | λιχνείας] λιχνίας Β | 8 νεκρὸν] del. Cob. | μυδῆσαν] μυδῶν Herw. | 9 παρὰ τῷ] περὶ τῷ x, παρʼ ἀνθρώπων Β, παρʼ ἀνθρώπῳ Wagn. | (ed.) | 11 ἑαυτὸν Harl., αὐτὸν Β Ven., ἐμαυτὸν x1 | 12 〈τὸ〉 add. Cob. 14 θαλλὸς] Θάλλος Harl. Vat. 1 | Πιτυΐσκῳ scripsi, Πιτυ- ΐστῳ Β, Τιτΐστῳ cet., Τιτυρίσκῳ vel Τιτυΐσκῳ Mein. 15 πάντα ἐθέλω] πάντα〈μὲν〉—ἐθέλω] Herch., 〈περὶ〉 πάντα φιλῶ 〈τὸ〉—ἔχω πρὸς τὸ Nab. | καρπῶν B, κακὸν x, κακῶν cet., unde [τὸ] κακῶν—ἀμοιβὴν δίκαιον Bergl. | 17 ἔχων Β, ἔχω cet, ἐγὼ Herm. | σίμβλους] σίμβλα Γ ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο παρʼ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα. 21 [III 24]. Φιλοποίμην Μοσχίωνι. Λύκον ἔοικα τρέφειν τὸ μιαρὸν ἀνδράποδον· ἐμπε- σὼν γὰρ εἰς τὰς αἶγας οὐκ ἔστιν ἥντινα οὐκ ἀπολώλεκε, τὰς μὲν ἀποδόμενος τὰς δὲ καταθύων. καὶ τῷ μὲν ἡ γαστὴρ τῆς κραιπάλης ἐμπίπλαται, καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται καὶ ψάλλεται καὶ καταυλεῖται καὶ [πρὸς] τοῖς μυροπωλίοις φιληδεῖ, τὰ δὲ αὔλια ἔρημα, αἶγες δὲ ἐκεῖναι [αἱ πρότερον] οἴχονται. τέως μὲν οὖν ἡσυχίαν ἄγω, μὴ προαισθόμενος ψύττα κατατείνας φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβόμην αὐτοῦ καὶ ἐγκρατὴς B x (Harl. Ven) κ1 (Γ Vat. 1) 1 ἀποκλάσας B, ἀποκλάδας x, ὑποκλάσας cet. | 2 δὲ] om. B | 3 λιβάδας] λιβάδα x | 4 oἷον] οἶνον B. | 5 καὶ] del. Mein. | δέχοιο] προσδέχου Cob., ἐκδέχου vel δέχοιο 〈ἂν〉 Herch. | 6 μείζω] μείζων Ven., μείζονα Mein. (ed.) | τουτωνὶ Mein. (ed), τούτων ἢ B x, τούτων x1 | καὶ] κἄτι Nab. 7 Φιλοποίμην] Φιλοπόμων x, Φιλοπάμων Mein. | 8 ἔοικα B, ἔοικας cet. | ἐμπεσὼν x, ἐμπεσὸν ῶν (sic) B, ἐμπεσὸν x1 | 9 γὰρ] om. 1 | ἥντινα] ὃ x | 10 μὲν] μέν τι ex | 12 τενθείᾳ Γ ταθείᾳ Vat. 1, τωθείᾳ x, πενθίᾳ B | ψάλλεται B, πάλλεται cet., καταψάλλεται Reisk., at cf. III 29, 2 | 13 πρὸς] del. Herch. (ed.), πρὸς τούτοις ψάλλεται κ.τ.λ. Pol. | μυροπωλίοις x, μυρο- πωλείοις ΒΓ, μυροπώλοις Vat. 1 | 14 [αἱ πρότερον] delevi | 15 ψύττα κατατείνας Bergl., ψύττα κατά τινος B, ψύττας παρά τινος x1 (ψῦττας Γ), ψύπτας (sic) περί τινος x | 16 φύγῃ] φεύγῃ B γενοίμην, δεδήσεται τὼ πόδε χοίνικας παχείας ἐπισύ- ρων, καὶ τῇ σκαπάνῃ προσανέχων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινύῃ τῆς μὲν τρυφῆς ἐπιλήσεται, παθὼν δὲ γνώ- σεται οἷόν ἐστι τὸ τὴν ἄγροικον σωφροσύνην ἀσπάζεσθαι. 22 [ΙΙΙ 25]. Ὕλη Νομίῳ. Θαμίζεις εἰς ἄστυ [κατιών], ὦ Νομίε, καὶ τὸν ἀγρὸν οὐδʼ ἀκαρῆ θέλεις ὁρᾶν· ἀργὸς δὲ ἡ γῆ χηρεύουσα τῶν ἐκπονούντων, ἐγὼ δὲ οἰκουρῶ μόνη μετὰ τῆς Σύρας ἀγαπητῶς τὰ παιδία βουκολοῦσα. σὺ δὲ ἡμῖν αὐτό- χρημα μεσαιπόλιος ἄνθρωπος μειράκιον ἀστικὸν ἀνεφά- νης. ἀκούω γάρ σε τὰ πολλὰ ἐπὶ Σκίρου καὶ Κερα- μεικοῦ διατρίβειν, οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ ῥᾳστώνῃ τὸν βίον καταναλίσκειν. 23 [ΙΙΙ 26]. Ληυαῖος Κορύδωνι. Ἄρτι μοι τὴν ἅλω διακαθήραντι καὶ τὸ πτύον ἀποτιθεμένῳ ὁ δεσπότης ἐπέστη καὶ ἰδὼν ἐπῄνει τὴν Β x (Harl. Ven.) x1 (Γ Vat. 1) 1 δεδήσεται] δεθήσεται Γ | πόδε Β, χεῖρε cet. | ἐπισύρων] ἐπιφέρων Β | 3 παθὼν] μαθὼν Reisk. | γνώσεται οἷόν ἐστι x, γνώσεται οἷον ἦν Β, οἷόν ἐστι γνώσεται x1 | 4 τὸ] del. Maehl. | ἀσπάζεσθαι] ἀσπάσασθαι Β, ἀτιμάζεσθαι Maehl. 5 Ὕλη] Ὕλης Γ | 6 θαμίζεις] θαυμάζεις x | [κατιών] delevi cl. I 4, 2, ΙΙΙ 2, 1 | Νομίε Cob., Νόμιε Ο | 7 ἀκαρῆ] ἀκαρεῖ Β, ἀκαρὶ Mein. (ed.) | ἀργὸς Β, ἀργεῖ cet. | 8 ἐκπονούντων Herch. (ed.), ἐμπονούντων Ο | Σύρας Bergl., Σισύρας Ο, quod ex sq. ep. venit | 9 βουκολοῦσα] βαυκαλῶσα Hemst. | 10 μεσαιπόλιος] μεσοπόλιος Β | ἀστικὸν Ruhnk., ἀττικὸν Ο | 11 Σκίρου καὶ Κεραμεικοῦ] Σκιεροῦ Κεραμικοῦ Β 15 διακαθήραντι] διακαθαίροντι x | 16 ἀποτιθεμένῳ] ἀπο- θεμένῳ Cob. | ἐπῄνει Β. ἐφίλει cet. φιλεργίαν. ἐφάνη δέ μοί ποθεν ὁ Κωρυκαῖος δαίμων, Στρόμβιχος ὁ παμπόνηρος. ἰδὼν γάρ με ἐφεπόμενον τῶ δεσπότη, κειμένην τὴν σισύραν ἣν ἀποθέμενος εἰργαζόμην ὑπὸ μάλης ᾤχετο φέρων, ὡς ὁμοῦ ζημία〈ν〉 καὶ τὸν ἀπὸ τῶν ὁμοδούλων προσοφλῆσαι γέλωτα.