14 [ΙΙΙ 17]. Χαιρέστρατος Λειρίῳ. Ἐπιτριβείης, ὦ Λείριον, κακὴ κακῶς, ὅτι με τῇ μέθῃ καὶ τοῖς αὐλοῖς κατακηλήσασα βραδὺν ἀπέφηνας τοῖς ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσ- εδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη, ὧν ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυ- λούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλʼ ἄπιθι, ὦ τάλαινα, καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν. ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης, κακόν τι παμμέγεθες προσ- λαβοῦσα ἀπελεύσῃ. 15 [ΙΙΙ 18]. Εὔσταχυς Πιθακ〈ν〉ίωνι. Τοὐμοῦ παιδίου γενέσια ἑορτάζων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν, ὦ Πιθακ〈ν〉ίων, παρακαλῶ, ἥκειν δὲ οὐ μόνον ἀλλʼ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ B x (Harl. Ven.) x1 (Γ Vat. 1) 3 Λειρίῳ Reisk., Ληρίωνι B Harl., Ληρίῳ cet., Λειριόνῃ Thes. Steph. s. v. λήριον, Δηρινόῃ Herch. (ed.). Vid. Π 39 inscr. | 4 Λείριον Reisk., Ληρίων B Harl., Λήριον cet. Vid. inscr. | 5 κατακηλήσασα x1, κατακοιμήσασα cet., κατακοιμίσασα Cob., sed cf. § 2 | 6 ἀποπέμψασιν] ἀποπέμψεως Vat. 1 | οἱ μὲν γὰρ] om. x | 7 με] ante προσεδόκων hab. B | κεράμεια] κεραμεᾶ Herch. (ed.) | σκεύη] del. Bergl. | 8 δὲ] γὰρ B | 10 ἀθλίους] ἀστικοὺς Bergl., at cf. III 8, 1 | 11 εἰ ἔτι Γ, ἤν τι B, ἢν ἔτι cet. | 12 ἀπελεύσῃ] ἀπελάσῆ x, ἄπει Cob. 13 〈ν〉 add. Bergl. | 14 παιδίου] παιδὸς Vat. 1 | ἑορτά- ζων] ἑώρταζον B, ἑορτάσων Mein. | 15 ὦ] ὡς x | 〈ν〉 add. Bergl. | 16 τὰ παιδία] τὸν παῖδα x τὸν σύργαστρον· εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν δὲ μάλʼ ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατʼ εὐχὴν ἑορ- ταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια. 16 [ΙΙΙ 19]. Πιθακ〈ν〉ίων Εὐστάχυϊ. Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων, Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας, ἐφʼ ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας, ἔχω παρʼ ἐμαυτῷ τοὺς κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκί- μαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμύ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τούς ὤμους καὶ ἁδρὰν τὴν ἐπι- γουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δι- κέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν Β x (Harl. Ven.) x1 (Γ Vat. 1) 1 τὸν] τὸ x | σύργαστρον Reisk., συνέργαστρον Ο, συνερ- γάτην Seil. (ed.) | 2 τῷ] τὸ Ven. | 3 δὲ τοιαύτη] τοιαύτη δὲ Β | 4 ἀτιμάζοιτο] ἀτιμάζοι τὸ Γ, ἀτιμάζοιτο 〈τὸ μὴ〉 Reisk. | 5 δὲ μάλʼ Γ, δὲ μάλλʼ Vat. 1, μᾶλλον Β, ἀλλʼ ἀμμʼ ἀλλʼ (sic) x, δʼ ἅμα μάλʼ Mein. | 7 τὸ κοινὸν] om. Β | 8 ἐν ταῖς] om. x κατʼ εὐχὴν Bergl. (ed.), om. x, κατʼ εὐχὰς cet. 10 〈ν〉 add. Bergl. | Εὐστάχυϊ] Εὐσταχίῳ x | 12 παιδίων] παίδων x1 | 14 ἐμαυτῷ] ἐμαυτὸν Β | 16 καὶ] om. x1 | 17 αὐτῷ] om. x1 ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν. 17 [III 20]. Ναπαῖος Κρηνιάδῃ. Οἶσθά με ἐπισάξαντα τὴν ὄνον σῦκα καὶ παλάθας 〈ἄστυδε〉 καταγαγόντα; ὡς οὖν ταῦτα ἀπεδόμην τῶν τινι γνωρίμων, ἄγει μέ τις λαβὼν εἰς τὸ θέατρον, οὗ καθίσας ἐν καλῷ διαφόροις ἐψυχαγωγούμην θεωρίαις. τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ, εἰμὶ γὰρ τὰ τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια, οἶα B x (Harl. Ven.) x1 (Γ Vat. 1) 1 λεπτότερον] κενώτερον Βergl., sed ita expectes κενώ- τερος δʼ εἰμὶ λεβηρίδος | 2 εἰς σοῦ Gloss. Eichst., εἴσω O, εἰς σὲ Bergl. | 3 σύργαστρος] σύγγαστρος x1 | μαλακῶς] μάλα κακῶς Metr. | 4 οἴκοι] τὸν κει Ven., unde ἐκεῖνον Mein. 5 Κρηνιάδῃ] Κρινιάδῃ x | 6 σῦκα καὶ] om. xx1 | παλάθας B, πάλαθα cet., παλάθια Mein. | 7 〈ἄστυδε〉 καταγαγόντα; ὡς οὖν—οὗ—ἐψυχαγωγούμην scripsi, καταγαγόντα; ἕως οὖν—καὶ — ἐψυχαγοαωγούμην B, καταγαγόντα οὖν ἕως οὖ—καὶ—ἐψυχα- γώγει cet. (Harl. hab. ἕως οὖν et Ven. om. οὖν), . . . . . κατα- γαγόντα οὖν, ὡς—καὶ—ἐψυχαγώγει Mein. supplens 〈ἄστυδε〉 ἐληλακέναιγ〉, mavult κἀκεῖ pro οὗ Pol. | 7—8 interpunxi ante ἄγει, vulgo ante τῶν, unde τῶν τις—μέ Hemst., τῶν μοι—μέ τις Meis., τῶν τῆδε—μέ τις Pol. | 8 λαβὼν] om. xx1 | 9 ἐν καλῷ] cf. III 28, 2 | 11 δὲ] om. B | ἰδὼν] εἰδὸς x1 | 12 καὶ] om. x | 13 τις] om. x Vat. 1 | 14 ἐπετίθει B, παρετίθει cet. | 15 τρία—λευκὰ scripsi, μικρά τινα καὶ λευκὰ x1, λευκά τινα καὶ μικρὰ cet., unde τρία λευκὰ |καὶ [μικρὰ] Hirsch., λευκὰ τρία καὶ μικρὰ Pol. ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· ταῦτά ποτε μὲν 〈ἓν〉 κατὰ μίαν ἔσκεπε παροψίδα, ποτὲ δὲ οὐκ οἶδ᾿ ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ, ποτὲ δὲ παντε- λῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόμα- τος ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶ- τας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο, καὶ πάλιν ἀνε- λόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Σὐρυβάτην τὸν Οίχαλιέα. μὴ γέ- νοιτο κατʼ ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἀλώσεται ὑπʼ οὐδενός, καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατʼ ἀγρὸν] ἀπεργάσεται. 18 [III 21]. Εὐυάπη Γλαύκῃ. Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρʼ ἡμῖν Παρ- μένων ζημία καθαρά, ῥάθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν B x (Harl. Ven) x1 Vat. 1) 1 ἀνευρίσκομεν] del. ἀν Herch. (ed.), ἂν εὑρίσκοιμεν Beaud, | 2 〈ἓν〉 add. Beaud., ταύτας -παροψίδι Mein., ταῦτα—〈ταῖς〉 παροψίσι Herch. (ed.) | 3 οὐκ—ποτὲ δὲ] om. Ven, post ὅπως add. πάσας Mein., πάνθʼ Hercb. | τῇ] del. Herch. (ed.) | 5 ἔφαινεν] ἔφερεν Vat. 1 | 6 μέσον] μέσους B | τὴν—τῆν—τὴν] τό—τὸ—τὸ Hirsch., add. τῶν ψήφων post μέσον Meis., sed fort. nil mutandum | τινος] om. Ven., 〈τού- των〉 τινὸς Mein. | 7 ὠτίου] ὠτίων Vat. 1, ὠτὸς Γ | κεφαλῆς] σφαγῆς Herch. (ed.) | πάλιν ἀνελόμενος] ἀνελόμενος, πάλιν Herch. (ed.) | 12 [τὰ κατʼ ἀγρὸν] del. Herch., τὰ κατὰ τὸν ἀγρὸν x1, τὰ κατʼ οἷκον Pol. 15 ἔχων] del. Herch. (ed.), ἄγων Meis. | Παρμένων Bergl., καὶ παραμένων B, παραμένων cet. | 18 ante βλέπων add. καὶ B | τι] τε Herch., at cf. IV 19, 2 | αἱμοβόρον] ὠμοβόρον B καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον, ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρό- τερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.